§14.53.1εὐθὺς δὲ καὶ διὰ τοῦ χώματος ἡ δύναμις ἅπασα τοῦ Διονυσίου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ πᾶς τόπος ἔγεμε τῶν ἀναιρουμένων·
そして直ちに、ディオニュシオスの全軍が土塁を通って都市の中へとなだれ込み、すべての場所が虐殺される人々で満ちあふれた。
οἱ γὰρ Σικελιῶται ὠμότητα ὠμότητι σπεύδοντες ἀμύνεσθαι, πάντας ἑξῆς ἀνῄρουν, ἁπλῶς οὐ παιδός, οὐ γυναικός, οὐ πρεσβύτου φειδόμενοι.
というのも、シケリア人たちは残虐さに対して残虐さをもって報いることを急ぐあまり、容赦なく次々と皆殺しにし、子供も、女性も、老人もまったく容赦しなかったからである。
§14.53.2Διονύσιος δὲ βουλόμενος ἐξανδραποδίσασθαι τὴν πόλιν, ὅπως ἀθροισθῇ χρήματα, τὸ μὲν πρῶτον ἀνεῖργε τοὺς στρατιώτας τοῦ φονεύειν τοὺς αἰχμαλώτους·
他方、ディオニュシオスは、資金を集めるためにこの都市を奴隷化することを望んでいたので、最初は兵士たちが捕虜を虐殺するのを制止した。
ὡς δʼ οὐδεὶς αὐτῷ προσεῖχεν, ἀλλʼ ἑώρα τὴν τῶν Σικελιωτῶν ὁρμὴν ἀκατάσχετον οὖσαν, παρεστήσατο κήρυκας τοὺς μετὰ βοῆς δηλώσοντας τοῖς Μοτυαίοις φυγεῖν εἰς τὰ παρὰ τοῖς Ἕλλησιν ἱερὰ τιμώμενα.
しかし、誰も彼に注意を払わず、シケリア人たちの衝動が抑えがたいものであるのを見たので、彼は使者を配置し、ギリシア人たちの間で尊ばれている神殿に逃げ込むよう、モテュエの住民たちに大声で告げさせた。
§14.53.3οὗ γενηθέντος οἱ μὲν στρατιῶται τοῦ φονεύειν ἔληγον, ἐπὶ δὲ τὴν τῶν κτήσεων διαρπαγὴν ὥρμησαν·
これがなされると、兵士たちは虐殺することをやめ、財産の略奪へと殺到した。
καὶ διεφορεῖτο πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, καὶ ἐσθῆτες πολυτελεῖς καὶ τῆς ἄλλης εὐδαιμονίας πλῆθος.
そして、多くの銀、少なからぬ金、高価な衣類、その他のおびただしい富が強奪された。
τὴν δὲ τῆς πόλεως διαρπαγὴν ἔδωκεν ὁ Διονύσιος τοῖς στρατιώταις, βουλόμενος προθύμους αὐτοὺς ποιῆσαι πρὸς τοὺς ἐπιφερομένους κινδύνους.
ディオニュシオスは、兵士たちがこれからふりかかる危険に対して熱心になることを望んで、彼らに都市の略奪を許したのである。
§14.53.4ἀπὸ δὲ τούτων γενόμενος Ἀρχύλον τὸν ἀναβάντα πρῶτον ἐπὶ τὸ τεῖχος ἑκατὸν μναῖς ἐστεφάνωσεν, τῶν δʼ ἄλλων κατὰ τὴν ἀξίαν ἕκαστον τῶν ἠνδραγαθηκότων ἐτίμησεν, καὶ τῶν Μοτυαίων τοὺς περιλειφθέντας ἐλαφυροπώλησεν·
これらのことから離れると、彼は最初に壁に登ったアルキュロスに百ミナで冠を授け、その他の勇敢に戦った者たちをそれぞれ功績に応じて表彰し、生き残ったモテュエの住民たちを戦利品として売却した。
Δαϊμένην δὲ καί τινας τῶν Ἑλλήνων συμμαχοῦντας Καρχηδονίοις λαβὼν αἰχμαλώτους ἀνεσταύρωσεν.
また、カルタゴ人に同盟して戦っていたダイメネスと何人かのギリシア人を捕虜として捕らえると、彼らを十字架につけて処刑した。
§14.53.5μετὰ δὲ ταῦτα φύλακας τῆς πόλεως καταστήσας, Βίτωνα τὸν Συρακόσιον φρούραρχον ἀπέδειξε·
この後、彼は都市の守備隊を配置し、シラクサ人のビトンを守備隊長に任命した。
τὸ δὲ πλεῖον μέρος ἐκ τῶν Σικελῶν ὑπῆρχεν.
その守備隊の大部分はシケラ人からなっていた。
καὶ Λεπτίνην μὲν τὸν ναύαρχον μετὰ νεῶν εἴκοσι καὶ ἑκατὸν ἐκέλευσεν παρατηρεῖν τὴν διάβασιν τῶν Καρχηδονίων, συνέταξε δʼ αὐτῷ τὴν Αἴγεσταν καὶ τὴν Ἔντελλαν πολιορκεῖν, καθάπερ ἐξ ἀρχῆς πορθεῖν αὐτὰς ἐνεστήσατο·
また、彼は提督レプティネスに対し、百二十隻の船とともにカルタゴ人の渡航を監視するよう命じ、当初からそれらの都市を破壊することに着手していた通り、アイゲスタとエンテッラを包囲するよう彼に指示した。
αὐτὸς δὲ τοῦ θέρους ἤδη λήγοντος ἀνέζευξε μετὰ τῆς δυνάμεως εἰς Συρακούσας.
彼自身は、夏がすでに終わりかけていたので、軍を率いてシラクサへと撤退した。
§14.53.6ἐν δὲ ταῖς Ἀθήναις Σοφοκλῆς ὁ Σοφοκλέους τραγῳδίαν διδάσκειν ἤρξατο, καὶ νίκας ἔσχε δεκαδύο.
他方、アテナイでは、ソポクレスの子ソポクレスが悲劇を上演し始め、十二回の勝利を収めた。