§14.52.1οἱ δὲ Μοτυηνοὶ τὸ μέγεθος τοῦ κινδύνου λογιζόμενοι, καὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἐν ὀφθαλμοῖς ὄντων, τῷ περὶ τούτων φόβῳ προθυμότερον ἠγωνίζοντο.
另一方面,莫特亚的居民考虑到危险的严重性,且妻子和孩子都在眼前,由于对他们的担忧,他们更加奋勇地战斗。
οἱ μὲν γὰρ γονέων παρεστώτων καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς τῇ τούτων ὕβρει παραδιδομένους ἐπηγείροντο ταῖς ψυχαῖς, οὐδεμίαν φειδὼ τοῦ ζῆν ποιούμενοι, οἱ δὲ γυναικῶν καὶ νηπίων τέκνων θρῆνον ἀκούοντες ἔσπευδον εὐγενῶς ἀποθανεῖν, πρὶν ἐπιδεῖν τὴν τῶν τέκνων αἰχμαλωσίαν·
有些人,因父母站在身边哀求他们不要眼看着自己被交由敌人的暴行蹂躏,便激发起斗志,毫不吝惜生命;而另一些人,听到妻子和幼小孩子的哭号,便急于高尚地死去,免得亲眼看到孩子被俘。
§14.52.2οὐδὲ γὰρ φυγεῖν ἐκ τῆς πόλεως ἦν, ὡς ἂν περιεχούσης μὲν θαλάττης, τῶν δὲ πολεμίων θαλαττοκρατούντων.
因为,由于四周被大海包围,且敌人控制着海上,想要从城市中逃跑是不可能的。
ἐξέπληττέ τε καὶ μάλιστα ἀπογινώσκειν ἐποίει τοὺς Φοίνικας τὸ ὠμῶς κεχρῆσθαι τοῖς τῶν Ἑλλήνων ἡλωκόσιν, οἷς ταὐτὸ προσεδόκων πείσεσθαι.
此外,他们过去残忍地对待被捕获的希腊人这一事实,使腓尼基人感到极度恐慌并深感绝望,因为他们预料自己也将遭受同样的命运。
ἀπελείπετʼ οὖν αὐτοῖς εὐγενῶς μαχομένοις ἢ νικᾶν ἢ τελευτᾶν.
因此,对于英勇战斗的他们来说,剩下的只有胜利或死亡。
§14.52.3τοιαύτης δὲ παραστάσεως ἐμπεσούσης εἰς τὰς τῶν πολιορκουμένων ψυχάς, συνέβαινε τοὺς Σικελιώτας εἰς πολλὴν ἀπορίαν ἐμπίπτειν.
这种决心渗入了被包围者的心中,使得西西里人陷入了极大的困境。
§14.52.4ἀπὸ γὰρ τῶν ἐπερεισθεισῶν σανίδων μαχόμενοι κακῶς ἀπήλλαττον διά τε τὴν στενοχωρίαν καὶ διὰ τὸ τοὺς ἐναντίους ἀπονενοημένως κινδυνεύειν, ὡς ἂν ἀπογινώσκοντας τὸ ζῆν· ὥσθʼ οἱ μὲν εἰς χεῖρας συμπλεκόμενοι καὶ τραύματα διδόντες καὶ λαμβάνοντες ἀπέθνησκον, οἱ δʼ ὑπὸ τῶν Μοτυαίων ἐξωθούμενοι καὶ ἀπὸ τῶν σανίδων ἀποπίπτοντες εἰς τὴν γῆν ἀπώλλυντο.
因为在搭设的木板上战斗时,由于场地狭窄以及对手因放弃生存而拼死冒险,他们陷入了苦战;结果,有些人进行肉搏战,互施创伤并相继死去,另一些人则被莫特亚人推搡,从木板上坠落到地面而丧命。
§14.52.5τέλος δʼ ἐφʼ ἡμέρας τοιαύτης τινὸς τῆς πολιορκίας γινομένης, Διονύσιος αἰεὶ πρὸς τὴν ἑσπέραν τῇ σάλπιγγι τοὺς μαχομένους ἀνακαλούμενος ἔλυε τὴν πολιορκίαν.
最后,在这种攻城战持续了数日之后,狄奥尼修斯总是接近黄昏时用军号召回战斗人员,解除当天的包围。
εἰς τοιαύτην δὲ συνήθειαν τοὺς Μοτυαίους ἀγαγών, ἐπειδὴ παρʼ ἑκατέρων οἱ κινδυνεύοντες ἀπῆλθον, ἀπέστειλεν Ἀρχύλον τὸν Θούριον μετὰ τῶν ἐπιλέκτων·
在使莫特亚人习惯了这种常规之后,当双方的战斗人员撤走时,他派出了图里伊的阿耳基洛斯及精选的士兵。
§14.52.6οὗτος δʼ ἤδη νυκτὸς οὔσης προσήρεισε ταῖς πεπτωκυίαις οἰκίαις κλίμακας, διʼ ὧν ἀναβὰς καὶ καταλαβόμενός τινα τόπον εὔκαιρον παρεδέχετο τοὺς περὶ τὸν Διονύσιον.
此人已在夜色中,将梯子搭在倒塌的房屋上,由梯子爬上去并占领了一个有利的位置,迎接狄奥尼修斯的部下进入。
§14.52.7οἱ δὲ Μοτυαῖοι τὸ γεγενημένον αἰσθόμενοι παραυτίκα μετὰ πάσης σπουδῆς παρεβοήθουν, καὶ τῶν καιρῶν ὑστεροῦντες οὐδὲν ἧττον ὑπέστησαν τὸν κίνδυνον.
另一方面,莫特亚人察觉到了所发生的事情,立刻用尽全力赶来增援,尽管失去了先机,他们仍毫不退缩地面对危险。
γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς καὶ πολλῶν προσαναβάντων, μόγις οἱ Σικελιῶται τῷ πλήθει κατεπόνησαν τοὺς ἀνθεστηκότας.
发生了一场激烈的战斗,随着许多人爬上来,西西里人终于凭借人数优势压制住了抵抗者。