§14.52.1οἱ δὲ Μοτυηνοὶ τὸ μέγεθος τοῦ κινδύνου λογιζόμενοι, καὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἐν ὀφθαλμοῖς ὄντων, τῷ περὶ τούτων φόβῳ προθυμότερον ἠγωνίζοντο.
他方、モテュエの住民たちは危険の大きさを考慮し、また妻や子供たちが目の前にいることから、彼女らへの恐れゆえによりいっそう熱心に戦った。
οἱ μὲν γὰρ γονέων παρεστώτων καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς τῇ τούτων ὕβρει παραδιδομένους ἐπηγείροντο ταῖς ψυχαῖς, οὐδεμίαν φειδὼ τοῦ ζῆν ποιούμενοι, οἱ δὲ γυναικῶν καὶ νηπίων τέκνων θρῆνον ἀκούοντες ἔσπευδον εὐγενῶς ἀποθανεῖν, πρὶν ἐπιδεῖν τὴν τῶν τέκνων αἰχμαλωσίαν·
ある者たちは、親たちが傍らに立って、自分たちが彼らの暴虐に引き渡されるのを見過ごさないでくれと懇願する中で、命を少しも惜しむことなく魂を奮い立たせた。 また他の者たちは、妻や幼い子供たちの嘆きを聞き、子供たちの捕虜となる姿を目にする前に、気高く死ぬことを急いだ。
§14.52.2οὐδὲ γὰρ φυγεῖν ἐκ τῆς πόλεως ἦν, ὡς ἂν περιεχούσης μὲν θαλάττης, τῶν δὲ πολεμίων θαλαττοκρατούντων.
というのも、周囲を海に囲まれており、かつ敵が制海権を握っているため、都市から逃れることは不可能であったからである。
ἐξέπληττέ τε καὶ μάλιστα ἀπογινώσκειν ἐποίει τοὺς Φοίνικας τὸ ὠμῶς κεχρῆσθαι τοῖς τῶν Ἑλλήνων ἡλωκόσιν, οἷς ταὐτὸ προσεδόκων πείσεσθαι.
また、ギリシア人の捕虜に対してかつて自分たちが残忍な仕打ちをしたことが、フェニキア人たちを驚愕させ、とりわけ絶望させたが、それは自分たちも同じことを被るだろうと予期したからであった。
ἀπελείπετʼ οὖν αὐτοῖς εὐγενῶς μαχομένοις ἢ νικᾶν ἢ τελευτᾶν.
それゆえ、雄々しく戦う彼らに残された道は、勝利するか死ぬかだけであった。
§14.52.3τοιαύτης δὲ παραστάσεως ἐμπεσούσης εἰς τὰς τῶν πολιορκουμένων ψυχάς, συνέβαινε τοὺς Σικελιώτας εἰς πολλὴν ἀπορίαν ἐμπίπτειν.
このような決意が包囲されている者たちの魂に満ちたため、シケリア人たちは大きな困難に陥ることとなった。
§14.52.4ἀπὸ γὰρ τῶν ἐπερεισθεισῶν σανίδων μαχόμενοι κακῶς ἀπήλλαττον διά τε τὴν στενοχωρίαν καὶ διὰ τὸ τοὺς ἐναντίους ἀπονενοημένως κινδυνεύειν, ὡς ἂν ἀπογινώσκοντας τὸ ζῆν·
というのも、架けられた渡り板の上から戦う彼らは、場所の狭さと、敵が命をあきらめた者たちのように必死になって危険を冒すことの両方のために、苦戦したからである。
ὥσθʼ οἱ μὲν εἰς χεῖρας συμπλεκόμενοι καὶ τραύματα διδόντες καὶ λαμβάνοντες ἀπέθνησκον, οἱ δʼ ὑπὸ τῶν Μοτυαίων ἐξωθούμενοι καὶ ἀπὸ τῶν σανίδων ἀποπίπτοντες εἰς τὴν γῆν ἀπώλλυντο.
その結果、ある者たちは肉弾戦を演じ、傷を負わせまた負わされながら死んでいき、他の者たちはモテュエの住民たちに押し出され、渡り板から地面へと転落して命を落とした。
§14.52.5τέλος δʼ ἐφʼ ἡμέρας τοιαύτης τινὸς τῆς πολιορκίας γινομένης, Διονύσιος αἰεὶ πρὸς τὴν ἑσπέραν τῇ σάλπιγγι τοὺς μαχομένους ἀνακαλούμενος ἔλυε τὴν πολιορκίαν.
ついに、何日もの間このような包囲戦が続く中で、ディオニュシオスは常に夕方になるとラッパで戦う者たちを呼び戻し、包囲を解いていた。
εἰς τοιαύτην δὲ συνήθειαν τοὺς Μοτυαίους ἀγαγών, ἐπειδὴ παρʼ ἑκατέρων οἱ κινδυνεύοντες ἀπῆλθον, ἀπέστειλεν Ἀρχύλον τὸν Θούριον μετὰ τῶν ἐπιλέκτων·
こうしてモテュエの住民たちをこのような習慣に慣れさせると、双方の戦闘員たちが引き揚げた後、彼は選り抜きの兵たちとともにトゥリオス出身のアルキュロスを派遣した。
§14.52.6οὗτος δʼ ἤδη νυκτὸς οὔσης προσήρεισε ταῖς πεπτωκυίαις οἰκίαις κλίμακας, διʼ ὧν ἀναβὰς καὶ καταλαβόμενός τινα τόπον εὔκαιρον παρεδέχετο τοὺς περὶ τὸν Διονύσιον.
彼は、すでに夜になってから、崩れかけた家々に梯子を掛け、それらを通って登って有利な場所を占拠すると、ディオニュシオスの部下たちを迎え入れた。
§14.52.7οἱ δὲ Μοτυαῖοι τὸ γεγενημένον αἰσθόμενοι παραυτίκα μετὰ πάσης σπουδῆς παρεβοήθουν, καὶ τῶν καιρῶν ὑστεροῦντες οὐδὲν ἧττον ὑπέστησαν τὸν κίνδυνον.
他方、モテュエの住民たちは、何が起こったかを察知すると、ただちに全力を挙げて救援に駆けつけ、機を逸していたにもかかわらず、恐れることなく危険に立ち向かった。
γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς καὶ πολλῶν προσαναβάντων, μόγις οἱ Σικελιῶται τῷ πλήθει κατεπόνησαν τοὺς ἀνθεστηκότας.
激しい戦闘が起こり、多くの者が登ってきたが、シケリア人たちはその数によって、抵抗する者たちをようやく圧倒した。