Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.51.1-14.51.7

攻破莫特亚城墙与惨烈的巷战

第 345 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯完成了土垒并用攻城塔和破城槌袭击城墙;莫特亚居民顽强抵抗,城墙被破后将房屋作为屏障展开了惨烈的巷战。

§14.51.1Διονύσιος δὲ τῇ πολυχειρίᾳ τῶν ἐργαζομένων συντελέσας τὸ χῶμα, προσήγαγε παντοίας μηχανὰς τοῖς τείχεσι, καὶ τοῖς μὲν κριοῖς ἔτυπτε τοὺς πύργους, τοῖς δὲ καταπέλταις ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων μαχομένους· προσήγαγε δὲ καὶ τοὺς ὑπὸ τῶν τροχῶν πύργους τοῖς τείχεσιν, ἑξωρόφους ὄντας, οὓς κατεσκεύασε πρὸς τὸ τῶν οἰκιῶν ὕψος.
狄奥尼修斯利用众多劳动者的双手完成了土垒,将各种攻城器械推至城墙前,用破城槌不断撞击塔楼,用弩炮压制在胸墙上战斗的人;他还将装有车轮、高达六层的塔楼推至城墙,这些塔楼是他按照房屋的高度建造的。
§14.51.2οἱ δὲ τὴν Μοτύην κατοικοῦντες ἐν χερσὶ τοῦ κινδύνου καθεστῶτος ὅμως οὐ κατεπλάγησαν τὴν τοῦ Διονυσίου δύναμιν, καίπερ ὄντες ἔρημοι συμμάχων κατʼ ἐκεῖνον τὸν καιρόν.
尽管危险已迫在眉睫,但莫特亚的居民却没有被狄奥尼修斯的军队所吓倒,尽管他们当时失去了盟友。
ὑπερτιθέμενοι δὲ τῇ φιλοδοξίᾳ τοὺς πολιορκοῦντας, τὸ μὲν πρῶτον ἐκ τῶν μεγίστων ἱστῶν κεραίαις ἱσταμέναις ἐβάσταζον ἄνδρας ἐν θωρακίοις, οὗτοι δʼ ἀφʼ ὑψηλῶν τόπων δᾷδας ἡμμένας ἠφίεσαν καὶ στυππεῖα καιόμενα μετὰ πίττης εἰς τὰς τῶν πολεμίων μηχανάς.
他们在争夺荣耀的斗志上超越了包围者,起初,他们用从最高的桅杆上立起的帆桁吊起穿戴甲胄的士兵;这些人从高处向敌人的攻城器械投掷点燃的火把以及夹带着沥青燃烧的麻屑。
§14.51.3ταχὺ δὲ τῆς φλογὸς ἐπινεμομένης τὴν ὕλην, ὀξέως οἱ Σικελιῶται παραβοηθήσαντες ταύτην μὲν ἀπέσβεσαν, τοῖς δὲ κριοῖς πυκνὰς τὰς ἐμβολὰς διδόντες κατέβαλον μέρος τοῦ τείχους.
尽管火焰迅速蔓延到木材上,但西西里人迅速赶来救援并将其扑灭,并用破城槌频繁撞击,推倒了城墙的一部分。
συνδραμόντων δʼ ἐπὶ τὸν τόπον ἀθρόων ἐξ ἑκατέρου μέρους ἰσχυρὰν συνέβαινε τὴν μάχην γίνεσθαι.
随着双方大批人员聚集到该处,发生了一场激烈的战斗。
§14.51.4οἱ μὲν γὰρ Σικελιῶται κεκρατηκέναι τῆς πόλεως ἤδη νομίζοντες, πᾶν ὑπέμενον ἕνεκεν τοῦ τοὺς Φοίνικας ἀμύνεσθαι, περὶ ὧν πρότερον εἰς αὐτοὺς ἡμαρτήκεισαν· οἱ δʼ ἐκ τῆς πόλεως πρὸ ὀφθαλμῶν λαμβάνοντες τὰ τῆς αἰχμαλωσίας δεινά, καὶ φυγὴν οὐδεμίαν ὁρῶντες ὑπάρχουσαν οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν, οὐκ ἀγενῶς ὑπέμενον τὸν θάνατον.
因为西西里人认为自己已经占领了这座城市,为了对腓尼基人以前对他们犯下的罪行进行报复,他们忍受了一切;而城里的人亲眼目睹了被俘虏的悲惨前景,看到无论通过陆路还是海路都毫无退路,便英勇地面对死亡。
§14.51.5θεωροῦντες δὲ τὴν ἀπὸ τῶν τειχῶν ἐπικουρίαν περιῃρημένην, ἐνέφραττον τοὺς στενωπούς, καὶ ταῖς ἐσχάταις οἰκίαις ἐχρῶντο καθάπερ τειχίῳ πολυτελῶς ᾠκοδομημένῳ.
他们看到来自城墙的防御已被剥夺,便堵塞了狭窄的街道,并将最外侧的房屋用作坚固建造的防壁。
ὅθεν εἰς μείζονα δυσχέρειαν οἱ περὶ τὸν Διονύσιον παρεγενήθησαν.
因此,狄奥尼修斯及其部下陷入了更大的困境。
§14.51.6παρεισπεσόντες γὰρ ἐντὸς τοῦ τείχους, καὶ δοκοῦντες ἤδη κυριεύειν τῆς πόλεως, ὑπὸ τῶν ἐν ταῖς οἰκίαις ὄντων ἐξ ὑπερδεξίων τόπων κατετιτρώσκοντο.
因为他们冲入城墙内部,以为已经控制了城市,却被房屋内的人从占据优势的高处击伤。
§14.51.7οὐ μὴν ἀλλὰ τοὺς ξυλίνους πύργους προσαγαγόντες ταῖς πρώταις οἰκίαις ἐπιβάθρας κατεσκεύασαν.
尽管如此,他们将木塔推到最前排的房屋旁,搭起了登陆板。
ἴσων δʼ ὄντων τῶν μηχανημάτων τοῖς οἰκοδομήμασι, τὸ λοιπὸν ἐκ χειρὸς συνέβαινεν εἶναι τὴν μάχην.
由于攻城器械与建筑物高度相等,接下来的战斗变成了白兵战。
οἱ μὲν γὰρ Σικελιῶται τὰς ἐπιβάθρας ἐπιρριπτοῦντες, διὰ τούτων ἐπὶ τὰς οἰκίας ἐβιάζοντο·
因为西西里人搭上登陆板,企图通过这些板强行冲进房屋;

词汇与语法注释

  1. 14.51.2ἐν χερσὶ τοῦ κινδύνου καθεστῶτος — 这是一个属格绝对结构,其中 καθίστημι 的完成时主动分词(不及物用法)καθεστῶτος 与名词短语 ἐν χερσί(在手边、近前)一致,在此表示时间或让步,即“尽管危险已迫在眉睫”。
  2. 14.51.4ἕνεκεν τοῦ τοὺς Φοίνικας ἀμύνεσθαι — 介词 ἕνεκεν(为了……)支配属格冠词不定式 τοῦ ἀμύνεσθαι。中动语态的不定式意为“向(伤害自己的人)报复”,宾格的 τοὺς Φοίνικας 作为其直接宾语。
  3. 14.51.4περὶ ὧν πρότερον εἰς αὐτοὺς ἡμαρτήκεισαν — 关系代词 ὧν 省略了先行词(如 τούτων),且由于主句中介词 περί 的支配,它从关系从句中动词 ἡμαρτήκεισαν 的直接宾语(本应为宾格 ἅ)被“同化(attraction)”为了属格。
  4. 14.51.7ἴσων δʼ ὄντων τῶν μηχανημάτων τοῖς οἰκοδομήμασι — 属格绝对结构 ἴσων ... ὄντων τῶν μηχανημάτων(由于器械是同等的),其中形容词 ἴσος(同等的)接与格 τοῖς οἰκοδομήμασι(与/同建筑物)作为补足语,在此表示原因,即“因为攻城塔的高度与建筑物相等”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.51.1-14.51.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.51.1-14.51.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。