Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.50.1-14.50.4

希米尔科奇袭莫特亚与弩炮防卫

第 344 段,共 723 段 · 希腊语

内容简介

迦太基提督希米尔科得知狄奥尼修斯将船只拖上岸后对莫特亚发动奇袭,但狄奥尼修斯依靠士兵力量将船只由陆地拖至外海得以保全,并利用新发明的弩炮击退了迦太基军队。

§14.50.1περὶ δὲ τοῦτον τὸν χρόνον Ἰμίλκων ὁ τῶν Καρχηδονίων ναύαρχος ἀκούσας ὅτι Διονύσιος ἐνεώλκησε τὰς ναῦς, εὐθὺς ἐπλήρου τὰς ἀρίστας τῶν τριήρων ἑκατόν·
在此时期,迦太基人的提督希米尔科听说狄奥尼修斯已将船只拖上岸,便立即装备了其中最好的一百艘三桅支船。
ὑπελάμβανε γὰρ ἀπροσδοκήτως ἐπιφανεὶς ῥᾳδίως κρατήσειν τῶν νενεωλκημένων ἐν τῷ λιμένι σκαφῶν, κυριεύων τῆς θαλάττης·
因为他认为,如果自己出其不意地出现,由于自己掌控着海洋,就能轻易控制那些在港口内被拖上岸的船只。
τοῦτο δὲ πράξας ἐνόμιζε τήν τε τῆς Μοτύης πολιορκίαν λύσειν καὶ τὸν πόλεμον μετάξειν ἐπὶ τὴν τῶν Συρακοσίων πόλιν.
他相信通过这样做,不仅能解莫特亚之围,还能将战争转移到叙拉古人的城市。
§14.50.2ἐκπλεύσας οὖν μετὰ νεῶν ἑκατὸν κατήχθη ἐπὶ τὴν τῶν Σελινουντίων χώραν νυκτός, καὶ περιπλεύσας τὴν περὶ Λιλύβαιον ἄκραν ἅμʼ ἡμέρᾳ παρῆν ἐπὶ τὴν Μοτύην.
于是,他率领一百艘船只启航,于夜间在塞利努斯人的领地靠岸,并在绕过莉莉贝乌姆海岬后,于黎明时分抵达莫特亚。
ἀνελπίστως δʼ ἐπιφανεὶς τοῖς πολεμίοις τῶν παρορμούντων πλοίων τὰ μὲν συνέτριψε, τὰ δʼ ἔκαυσεν, οὐ δυναμένων βοηθεῖν τῶν περὶ Διονύσιον.
他出其不意地出现在敌人面前,在停泊的船只中,有些被他撞碎,有些被他烧毁,而狄奥尼修斯及其部下则无法提供援助。
§14.50.3μετὰ δὲ ταῦτʼ εἰσπλεύσας εἰς τὸν λιμένα διέταξε τὰς ναῦς ὡς ἐπιθησόμενος ταῖς νενεωλκημέναις ὑπὸ τῶν πολεμίων.
此后,他驶入港口,部署了他的船只,准备向敌人拖上岸的船只发起进攻。
Διονύσιος δὲ συναγαγὼν τὴν δύναμιν ἐπὶ τὸ στόμα τοῦ λιμένος, καὶ θεωρῶν τοὺς πολεμίους τὸν ἐκ τοῦ λιμένος ἔκπλουν παραφυλάττοντας, εὐλαβεῖτο καθέλκειν εἰς τὸν λιμένα τὰ σκάφη·
然而,狄奥尼修斯将兵力集中在港口入口处,看到敌人守住港口的出口,便对将船只下水驶入港口持谨慎态度。
οὐ γὰρ ἠγνόει διότι στενοῦ τοῦ στόματος ὄντος ἀναγκαῖον ἦν ὀλίγαις ναυσὶ πρὸς πολλαπλασίους διακινδυνεύειν.
因为他很清楚,由于港口入口狭窄,必须以少数船只对付数倍于己的敌人,这极其危险。
§14.50.4διόπερ τῷ πλήθει τῶν στρατιωτῶν ῥᾳδίως διελκύσας τὰ σκάφη διὰ τῆς γῆς εἰς τὴν ἐκτὸς τοῦ λιμένος θάλατταν διέσωσε τὰς ναῦς.
因而,他利用士兵人数众多的优势,轻易地将船只从陆地上拖过,送入港口外的大海,从而保全了船只。
Ἰμίλκων δὲ ταῖς πρώταις τριήρεσιν ἐπιθέμενος τῷ πλήθει τῶν βελῶν ἀνείργετο·
希米尔科率领第一批三桅支船发起进攻,却被密集的投射物所阻挡。
ἐπὶ μὲν γὰρ τῶν νεῶν ἐπεβεβήκει πλῆθος τοξοτῶν καὶ σφενδονητῶν, ἀπὸ δὲ τῆς γῆς τοῖς ὀξυβελέσι καταπέλταις οἱ Συρακόσιοι χρώμενοι συχνοὺς τῶν πολεμίων ἀνῄρουν·
因为船上搭载了大量的弓箭手和投石手,而叙拉古人则在陆地上使用弩炮,消灭了许多敌人。
καὶ γὰρ κατάπληξιν εἶχε μεγάλην τοῦτο τὸ βέλος διὰ τὸ πρώτως εὑρεθῆναι κατʼ ἐκεῖνον τὸν καιρόν·
事实上,由于这种投射武器在当时是首次被发明,因而造成了极大的震撼。
ὥστε Ἰμίλκων οὐ δυνάμενος κρατῆσαι τῆς ἐπιβολῆς ἀπέπλευσεν εἰς τὴν Λιβύην, ναυμαχεῖν οὐ κρίνων συμφέρειν διὰ τὸ διπλασίας εἶναι τὰς ναῦς τῶν πολεμίων.
结果,希米尔科无法实现他的企图,并因考虑到敌人的船只数量是自己的两倍、进行海战并无益处,便启航返回了利比亚。

词汇与语法注释

  1. 14.50.1κρατήσειν τῶν νενεωλκημένων ἐν τῷ λιμένι σκαφῶν — 将来时不定式 κρατήσειν 充当动词 ὑπελάμβανε(认为)的宾语,构成间接引语。动词 κρατέω(支配、控制)通常支配属格,因此其宾语“被拖上岸的船只”使用了属格形式 τῶν νενεωλκημένων... σκαφῶν。
  2. 14.50.2τῶν περὶ Διονύσιον — 这是古典及希腊化时期常见的惯用词组 οἱ περὶ [宾格](……及其同伴),在此作为属格独立分词结构(οὐ δυναμένων βοηθεῖν τῶν περὶ Διονύσιον)的主语。根据上下文,它不仅指狄奥尼修斯个人,也指他率领的陆上部队。
  3. 14.50.4τῷ πλήθει τῶν στρατιωτῶν — 与格 τῷ πλήθει 作为手段与格,修饰不定过去时分词 διελκύσας(拖过),意为“利用士兵的人数优势”,说明了狄奥尼修斯是如何得以将船只通过陆地运送出去的手段。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.50.1-14.50.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.50.1-14.50.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。