§14.50.1περὶ δὲ τοῦτον τὸν χρόνον Ἰμίλκων ὁ τῶν Καρχηδονίων ναύαρχος ἀκούσας ὅτι Διονύσιος ἐνεώλκησε τὰς ναῦς, εὐθὺς ἐπλήρου τὰς ἀρίστας τῶν τριήρων ἑκατόν·
この頃、カルタゴの提督ヒミルコンは、ディオニュシオスが船を陸に引き揚げたと聞き、ただちに最精鋭の三段櫂船100隻に人員を配置した。
ὑπελάμβανε γὰρ ἀπροσδοκήτως ἐπιφανεὶς ῥᾳδίως κρατήσειν τῶν νενεωλκημένων ἐν τῷ λιμένι σκαφῶν, κυριεύων τῆς θαλάττης·
彼は、不意に姿を現せば、港の中に引き揚げられている船を容易に制圧できると考えたからであり、海を支配していたからである。
τοῦτο δὲ πράξας ἐνόμιζε τήν τε τῆς Μοτύης πολιορκίαν λύσειν καὶ τὸν πόλεμον μετάξειν ἐπὶ τὴν τῶν Συρακοσίων πόλιν.
そして、これを実行すれば、モテュエの包囲を解き、戦争の舞台をシラクサ人の都市へと移すことができると考えていた。
§14.50.2ἐκπλεύσας οὖν μετὰ νεῶν ἑκατὸν κατήχθη ἐπὶ τὴν τῶν Σελινουντίων χώραν νυκτός, καὶ περιπλεύσας τὴν περὶ Λιλύβαιον ἄκραν ἅμʼ ἡμέρᾳ παρῆν ἐπὶ τὴν Μοτύην.
そこで彼は100隻の船とともに出帆し、夜間にセリヌス人の領土に上陸し、リリュバイオンの岬を回り込んで、夜明けとともにモテュエに到着した。
ἀνελπίστως δʼ ἐπιφανεὶς τοῖς πολεμίοις τῶν παρορμούντων πλοίων τὰ μὲν συνέτριψε, τὰ δʼ ἔκαυσεν, οὐ δυναμένων βοηθεῖν τῶν περὶ Διονύσιον.
そして敵の前に不意に姿を現すと、そこに停泊していた船のうち、あるものは粉砕し、あるものは焼き払ったが、ディオニュシオスとその部下たちは救援に赴くことができなかった。
§14.50.3μετὰ δὲ ταῦτʼ εἰσπλεύσας εἰς τὸν λιμένα διέταξε τὰς ναῦς ὡς ἐπιθησόμενος ταῖς νενεωλκημέναις ὑπὸ τῶν πολεμίων.
この後、彼は港に進入し、敵によって引き揚げられていた船を攻撃しようとするかのように自軍の船を配置した。
Διονύσιος δὲ συναγαγὼν τὴν δύναμιν ἐπὶ τὸ στόμα τοῦ λιμένος, καὶ θεωρῶν τοὺς πολεμίους τὸν ἐκ τοῦ λιμένος ἔκπλουν παραφυλάττοντας, εὐλαβεῖτο καθέλκειν εἰς τὸν λιμένα τὰ σκάφη·
しかしディオニュシオスは、軍勢を港の入り口に集め、敵が港からの出口を警戒しているのを見て、船を港へと進水させることを警戒した。
οὐ γὰρ ἠγνόει διότι στενοῦ τοῦ στόματος ὄντος ἀναγκαῖον ἦν ὀλίγαις ναυσὶ πρὸς πολλαπλασίους διακινδυνεύειν.
なぜなら、入り口が狭いため、少数の船でその何倍もの敵に対して危険を冒さねばならなくなることを、彼は十分に承知していたからである。
§14.50.4διόπερ τῷ πλήθει τῶν στρατιωτῶν ῥᾳδίως διελκύσας τὰ σκάφη διὰ τῆς γῆς εἰς τὴν ἐκτὸς τοῦ λιμένος θάλατταν διέσωσε τὰς ναῦς.
それゆえ彼は、兵士たちの多さを利用して、船を陸越しに容易に引きずり動かし、港の外の海へと出して船を救った。
Ἰμίλκων δὲ ταῖς πρώταις τριήρεσιν ἐπιθέμενος τῷ πλήθει τῶν βελῶν ἀνείργετο·
ヒミルコンは先頭の三段櫂船で攻撃を仕掛けたが、無数の飛び道具によって前進を阻まれた。
ἐπὶ μὲν γὰρ τῶν νεῶν ἐπεβεβήκει πλῆθος τοξοτῶν καὶ σφενδονητῶν, ἀπὸ δὲ τῆς γῆς τοῖς ὀξυβελέσι καταπέλταις οἱ Συρακόσιοι χρώμενοι συχνοὺς τῶν πολεμίων ἀνῄρουν·
船の上には多数の弓兵や投石兵が乗り込んでおり、陸上からはシラクサ人が矢を放つカタパルトを用いて多くの敵を討ち取ったからである。
καὶ γὰρ κατάπληξιν εἶχε μεγάλην τοῦτο τὸ βέλος διὰ τὸ πρώτως εὑρεθῆναι κατʼ ἐκεῖνον τὸν καιρόν·
事実、この飛び道具は当時初めて発明されたものであったため、大きな驚異を与えた。
ὥστε Ἰμίλκων οὐ δυνάμενος κρατῆσαι τῆς ἐπιβολῆς ἀπέπλευσεν εἰς τὴν Λιβύην, ναυμαχεῖν οὐ κρίνων συμφέρειν διὰ τὸ διπλασίας εἶναι τὰς ναῦς τῶν πολεμίων.
そのためヒミルコンは、その企てを成功させることができず、敵の船の数が自軍の2倍もあることから海戦を行うのは得策ではないと判断し、リビュアへと退却した。