§14.49.1Ἰμίλκων δὲ ὁ τῶν Καρχηδονίων στρατηγὸς αὐτὸς μὲν περὶ τὸν τῶν δυνάμεων ἀθροισμὸν καὶ τὴν ἄλλην ἐγίνετο παρασκευήν, τὸν δὲ ναύαρχον μετὰ δέκα τριήρων ἀπέστειλε, κελεύσας κατὰ τάχος λάθρᾳ πλεῖν ὡς ἐπὶ Συρακοσίους, καὶ νυκτὸς εἰς τὸν λιμένα πλεύσαντα διαφθεῖραι τὰ καταλελειμμένα τῶν πλοίων.
迦太基人的将军希米尔科自己则正忙于集结兵力及进行其他准备,但他派出了他的海军提督以及十艘三桅支船,命令他尽速且秘密地向叙拉古航行,并在夜间驶入港口,摧毁留在那里的船只。
§14.49.2τοῦτο δʼ ἔπραξε νομίζων ἀντιπερισπασμόν τινα ποιήσειν καὶ τὸν Διονύσιον ἀναγκάσειν μέρος τῶν πλοίων ἀποστέλλειν ἐπὶ Συρακοσίους.
他这样做,是认为这会制造某种佯攻,并迫使狄奥尼修斯将部分船只遣回叙拉古。
ὁ δὲ πεμφθεὶς ναύαρχος συντόμως πράξας τὸ παραγγελθέν, κατέπλευσε νυκτὸς εἰς τὸν τῶν Συρακοσίων λιμένα, πάντων ἀγνοούντων τὸ γεγενημένον.
而被派遣的海军提督迅速执行了命令,在所有人对发生的事情一无所知的情况下,于夜间驶入了叙拉古人的港口。
ἀπροσδοκήτως δʼ ἐπιθέμενος καὶ τοῖς παρορμοῦσι πλοίοις ἐμβολὰς δοὺς καὶ σχεδὸν ἅπαντα καταδύσας, ἀνέκαμψεν εἰς Καρχηδόνα.
他发动了出其不意的袭击,撞击了停泊的船只并几乎将其全部击沉,随后返回了迦太基。
§14.49.3Διονύσιος δὲ πᾶσαν τὴν ὑπὸ Καρχηδονίους χώραν δῃώσας καὶ τοὺς πολεμίους τειχήρεις ποιήσας, ἐπὶ τὴν Μοτύην ἅπασαν ἤγαγε τὴν δύναμιν·
狄奥尼修斯则蹂躏了迦太基人统治下的所有土地,并将敌人围困在城墙内,随后率领全部兵力向莫特亚进发。
ἤλπιζε γὰρ ταύτης ἐκπολιορκηθείσης τὰς ἄλλας εὐθέως αὑτὰς παραδώσειν.
因为他希望一旦攻陷这座城市,其他城市就会立即投降。
εὐθὺς οὖν πολλαπλασίους ἄνδρας τοῖς ἔργοις τε προστιθεὶς ἐχώννυε τὸν μεταξὺ πόρον, καὶ τὰς μηχανὰς ἐκ τοῦ κατʼ ὀλίγον ἅμα τῇ τοῦ χώματος αὐξήσει προσήγαγε τοῖς τείχεσιν.
因此,他立即在工程上增加了数倍的人手,填平了其间的海湾,并且随着堤防的增高,逐渐将攻城器械推向城墙。