Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.48.1-14.48.5

埃里克斯归顺与围攻莫特亚工程的开始

第 342 段,共 723 段 · 希腊语

内容简介

记述了埃里克斯的归顺与莫特亚的围城准备,随后狄奥尼修斯开始向莫特亚建造堤防,并率军攻打其他与迦太基结盟的城市。

§14.48.1τηλικαύτης δὲ τῆς παρασκευῆς οὔσης, Ἐρυκῖνοι μὲν καταπλαγέντες τὸ μέγεθος τῆς δυνάμεως καὶ μισοῦντες Καρχηδονίους προσεχώρησαν τῷ Διονυσίῳ, οἱ δὲ τὴν Μοτύην κατοικοῦντες προσδεχόμενοι τὴν ἐκ Καρχηδονίων βοήθειαν οὐ κατεπλήττοντο τὴν Διονυσίου δύναμιν, ἀλλὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζοντο· οὐ γὰρ ἠγνόουν τοὺς Συρακοσίους ὅτι πρώτην τὴν Μοτύην πορθήσουσι διὰ τὸ πιστοτάτην εἶναι τοῖς Καρχηδονίοις.
由于他的军事准备规模如此庞大,埃里克斯人因畏惧其兵力的强盛且憎恨迦太基人,便归顺了狄奥尼修斯。 然而,居住在莫特亚的人们因期待着来自迦太基的援助,并未被狄奥尼修斯的兵力所吓倒,而是为包围战做好了准备;因为他们清楚地知道,叙拉古人会最先摧毁莫特亚,因为它是对迦太基人最忠诚的。
§14.48.2αὕτη δʼ ἡ πόλις ἦν ἐπί τινος νήσου κειμένη, τῆς Σικελίας ἀπέχουσα σταδίους ἕξ, τῷ δὲ πλήθει καὶ τῷ κάλλει τῶν οἰκιῶν εἰς ὑπερβολὴν πεφιλοτεχνημένη διὰ τὴν εὐπορίαν τῶν κατοικούντων.
这座城市坐落在一个岛屿上,距离西西里岛有六个斯塔德,由于居民的富裕,岛上的房屋在数量和美观上都经过了极其精巧的艺术雕琢。
εἶχε δὲ καὶ ὁδὸν στενὴν χειροποίητον φέρουσαν ἐπὶ τὸν τῆς Σικελίας αἰγιαλόν, ἣν οἱ Μοτυηνοὶ τότε διέσκαψαν, ὡς μὴ προσόδους ἔχοιεν κατʼ αὐτῶν οἱ πολέμιοι.
城市还有一条通往西西里海岸的手工建造的狭窄道路,莫特亚人当时将它挖断,以使敌人无法对他们发起进攻。
§14.48.3Διονύσιος δὲ μετὰ τῶν ἀρχιτεκτόνων κατασκεψάμενος τοὺς τόπους, ἤρξατο χώματα κατασκευάζειν ἐπὶ τὴν Μοτύην, καὶ τὰς μὲν μακρὰς ναῦς παρὰ τὸν εἴσπλουν τοῦ λιμένος ἐνεώλκησε, τὰ δὲ φορτηγὰ τῶν πλοίων ὥρμισε παρὰ τὸν αἰγιαλόν.
狄奥尼修斯与工程技术人员一同视察了这些地点后,开始向莫特亚建造堤防,并将战船拉上港口入口旁的陆地,把货船停泊在海岸附近。
§14.48.4μετὰ δὲ ταῦτα ἐπὶ μὲν τῶν ἔργων κατέλιπεν ἐπιστάτην Λεπτίνην τὸν ναύαρχον, αὐτὸς δὲ μετὰ τῆς πεζῆς στρατιᾶς ὥρμησεν ἐπὶ τὰς τοῖς Καρχηδονίοις συμμαχούσας πόλεις.
在这之后,他留下海军提督莱普提奈斯作为工程的监督者,自己则率领步兵部队向与迦太基人结盟的城市进发。
Σικανοὶ μὲν οὖν πάντες εὐλαβούμενοι τὸ μέγεθος τῆς δυνάμεως προσεχώρησαν τοῖς Συρακοσίοις, τῶν δὲ ἄλλων πόλεων πέντε μόνον διέμειναν ἐν τῇ πρὸς Καρχηδονίους φιλίᾳ· αὗται δὲ ἦσαν Ἁλικύαι, Σολοῦς, Αἴγεστα, Πάνορμος, Ἔντελλα.
于是,所有的西坎人因畏惧其兵力的庞大而归顺了叙拉古人,而在其他城市中,只有五座城市仍保持着与迦太基人的友好关系;这些城市是哈利基亚、索卢斯、埃杰斯塔、巴诺尔穆斯和恩特拉。
§14.48.5τὴν μὲν οὖν τῶν Σολουντίνων καὶ Πανορμιτῶν, πρὸς δὲ τούτοις Ἁλικυαίων χώραν ὁ Διονύσιος λεηλατήσας ἐδενδροτόμησε, τὴν δὲ Αἴγεσταν καὶ Ἔντελλαν πολλῇ δυνάμει περιστρατοπεδεύσας συνεχεῖς ἐποιεῖτο προσβολάς, σπεύδων αὐτῶν μετὰ βίας κυριεῦσαι.
狄奥尼修斯在掠夺了索伦特人和巴诺尔穆斯人,以及哈利基亚人的领土并砍伐了树木后,又率大军包围了埃杰斯塔和恩特拉,发起了连续的进攻,急于用武力夺取它们。
καὶ τὰ μὲν περὶ Διονύσιον ἐν τούτοις ἦν.
狄奥尼修斯的情况便是如此。

词汇与语法注释

  1. 14.48.1τοὺς Συρακοσίους ὅτι πρώτην τὴν Μοτύην πορθήσουσι — 先导构句(prolepsis)。从句 ὅτι... 的实际主语 τοὺς Συρακοσίους 提前作主句动词 ἠγνόουν 的宾格直接宾语。
  2. 14.48.2τῷ δὲ πλήθει καὶ τῷ κάλλει τῶν οἰκιῶν εἰς ὑπερβολὴν πεφιλοτεχνημένη — 完成时被动分词 πεφιλοτεχνημένη 作表语,共用前文 ἦν κειμένη 中的系动词 ἦν。受关系与格 τῷ πλήθει 和 τῷ κάλλει 的修饰。
  3. 14.48.5τὴν μὲν οὖν τῶν Σολουντίνων καὶ Πανορμιτῶν, πρὸς δὲ τούτοις Ἁλικυαίων χώραν — 倒装(hyperbaton)。修饰属格群(τῶν Σολουντίνων καὶ Πανορμιτῶν... Ἁλικυαίων)置于被修饰的宾格名词 χώραν(作 λεηλατήσας 和 ἐδενδροτόμησε 的宾语)之前,形成了语序的隔开。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.48.1-14.48.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.48.1-14.48.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。