Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.47.1-14.47.7

向迦太基宣战与进军莫特亚

第 341 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯向迦太基送去宣战信,自己则率领大军向西西里岛西部的迦太基据点莫特亚进军,沿途不断将希腊城市的居民收编入军。

§14.47.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν παρειλήφει τὴν ἀρχὴν Λυσιάδης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Πόπλιος Μάλλιος, Πούπλιος Μαίλιος, Σπόριος Φούριος, Λεύκιος Πούπλιος.
一年过去后,在雅典,利西亚德斯接任执政官职务;而在罗马,由六位军事论坛官,即普布利乌斯·曼利乌斯、普布利乌斯·迈利乌斯、斯普里乌斯·富里乌斯、卢基乌斯·普布利利乌斯管理执政权。
Διονύσιος δʼ ὁ τῶν Συρακοσίων τύραννος, ἐπειδὴ πάντα τὰ πρὸς τὸν πόλεμον αὐτῷ κατεσκεύαστο κατὰ τὴν ἰδίαν προαίρεσιν, ἐξέπεμψεν εἰς Καρχηδόνα κήρυκα, δοὺς ἐπιστολὴν πρὸς τὴν γερουσίαν·
叙拉古人的僭主狄奥尼修斯,由于战争的所有准备工作已按照他自己的意图全部就绪,便向迦太基派遣了一名使者,并交给他一封致元老院的信。
§14.47.2ἐν ταύτῃ δὲ γεγραμμένον ἦν ὅτι Συρακοσίοις δεδογμένον εἴη πολεμεῖν πρὸς Καρχηδονίους, ἐὰν μὴ τῶν Ἑλληνίδων πόλεων ἐκχωρήσωσιν.
这封信中写道,叙拉古人已决定向迦太基人宣战,除非他们撤出希腊城市。
οὗτος μὲν οὖν κατὰ τὸ παραγγελθὲν πλεύσας εἰς Λιβύην τὴν ἐπιστολὴν ἀπέδωκε τῇ γερουσίᾳ.
于是,使者按照指示航行到利比亚,将信交给了元老院。
ἧς ἀναγνωσθείσης ἔν τε τῇ συγκλήτῳ καὶ μετὰ ταῦτʼ ἐν τῷ δήμῳ συνέβη τοὺς Καρχηδονίους οὐ μετρίως ἀγωνιᾶν περὶ τοῦ πολέμου· ὅ τε γὰρ λοιμὸς αὐτῶν παμπληθεῖς ἀπεκτάγκει καὶ τοῖς ὅλοις ἦσαν ἀπαρασκεύαστοι.
当这封信在元老院以及随后的公民大会上宣读后,迦太基人对战争产生了极大的焦虑;因为瘟疫夺去了他们极多人的生命,而且他们在所有方面都毫无准备。
§14.47.3οὐ μὴν ἀλλʼ οὗτοι μὲν ἐκαραδόκουν τὴν τῶν Συρακοσίων προαίρεσιν, καὶ μετὰ πολλῶν χρημάτων ἀπέστειλάν τινας τῶν ἐκ τῆς γερουσίας τοὺς ξενολογήσοντας ἀπὸ τῆς Εὐρώπης·
尽管如此,他们仍密切注视着叙拉古人的意图,并派出了几位元老院议员,携带大量资金前往欧洲招募雇佣军。
§14.47.4Διονύσιος δʼ ἀναλαβὼν τοὺς Συρακοσίους καὶ τοὺς μισθοφόρους, ἔτι δὲ τοὺς συμμάχους, ἀνέζευξεν ἐκ Συρακουσῶν, ἐπʼ Ἔρυκος τὴν πορείαν ποιούμενος.
狄奥尼修斯率领叙拉古人、雇佣军以及盟军,自叙拉古出发,向埃里克斯行军。
οὐ μακρὰν γὰρ τοῦ λόφου τούτου Μοτύη πόλις ἦν ἄποικος Καρχηδονίων, ᾗ μάλιστα ἐχρῶντο κατὰ τῆς Σικελίας ὁρμητηρίῳ· ταύτης γὰρ κρατήσας ἤλπιζεν οὐκ ὀλίγα προτερήσειν τῶν πολεμίων.
因为在这座山丘不远处便是莫特亚城,它是迦太基人的殖民地,也是他们用作针对西西里的最主要基地;狄奥尼修斯希望通过攻占该城,能在对抗敌人时占得不小的先机。
§14.47.5κατὰ δὲ τὴν ὁδοιπορίαν ἀεὶ παρελάμβανε τοὺς ἐκ τῶν Ἑλληνίδων πόλεων, πανδημεὶ καθοπλίζων· συνεστρατεύοντο γὰρ αὐτῷ προθύμως ἅπαντες, μισοῦντες μὲν τὸ βάρος τῆς τῶν Φοινίκων ἐπικρατείας, ἐπιθυμοῦντες δὲ τυχεῖν ποτε τῆς ἐλευθερίας.
在行军途中,他一路上不断收编希腊城市的人民,让全体武装起来;因为所有人都热切地与他一同出征,他们憎恨腓尼基人统治的重压,渴望有朝一日能获得自由。
§14.47.6καὶ πρώτους μὲν Καμαριναίους παρέλαβεν, εἶτα Γελῴους καὶ Ἀκραγαντίνους· μεθʼ οὓς Ἱμεραίους μετεπέμψατο, κατοικοῦντας ἐπὶ θάτερα μέρη τῆς Σικελίας· Σελινουντίους δʼ ἐν παρόδῳ προσαγαγόμενος παρεγενήθη πρὸς τὴν Μοτύην μετὰ πάσης τῆς δυνάμεως.
他首先收编了卡马里纳人,接着是杰拉人和阿克拉加斯人;在此之后,他召集了居住在西西里岛另一侧的希美拉人;并在路过时争取到塞利努斯人,随后率领全部兵力抵达莫特亚。
§14.47.7εἶχε δὲ πεζοὺς μὲν ὀκτακισμυρίους, ἱππεῖς δὲ πολὺ πλείους τῶν τρισχιλίων, ναῦς δὲ μακρὰς οὐ πολὺ λειπούσας τῶν διακοσίων· συνηκολούθει δὲ καὶ φορτηγὰ πλοῖα γέμοντα πολλῶν μηχανημάτων, ἔτι δὲ τῆς ἄλλης χορηγίας ἁπάσης, ὄντα τὸν ἀριθμὸν οὐκ ἐλάττω πεντακοσίων.
他拥有步兵八万,骑兵远超三千,战船接近二百艘;随行的还有装满许多攻城器械以及其他一切物资的货船,数量不少于五百艘。

词汇与语法注释

  1. 14.47.2δεδογμένον εἴη — 由于主句动词为过去时(γεγραμμένον ἦν),ὅτι 从句中的直陈式(δεδογμένον ἐστί / δέδοκται)转为了过去语境下的间接引语祈愿式(optative of indirect discourse),间接陈述“已经决定”这一事实。
  2. 14.47.2ἧς ἀναγνωσθείσης — 使用关系代词 ἧς(先行词为前句的 ἐπιστολή)的独立属格结构(genitive absolute)。置于句首,意为“当这封信被宣读时”,体现了与前句的有机衔接。
  3. 14.47.3τοὺς ξενολογήσοντας — 带冠词的将来时主动分词,表示目的(“为了……,以……为目的”)。与表示派遣的动词(ἀπέστειλαν)连用,意为“(派遣了一些元老院议员)去招募雇佣军”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.47.1-14.47.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.47.1-14.47.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。