Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.47.1-14.47.7

カルタゴへの宣戦布告とモテュエへの進軍

341 / 723 箇所 · ギリシア語

要旨

ディオニュシオスがカルタゴに宣戦布告の手紙を送り、自らは西シケリアのカルタゴの拠点モテュエに向けて大軍を率いて進軍し、途中のギリシア都市の住民を次々と自軍に加える。

§14.47.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν παρειλήφει τὴν ἀρχὴν Λυσιάδης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Πόπλιος Μάλλιος, Πούπλιος Μαίλιος, Σπόριος Φούριος, Λεύκιος Πούπλιος.
一年が経過し、アテナイではリシアデスがアルコン職を引き継ぎ、ローマでは六人の軍事執政官、すなわちプブリウス・マッリウス、プブリウス・マエリウス、スポリウス・フリウス、ルキウス・プブリウスが執政権を行使していた。
Διονύσιος δʼ ὁ τῶν Συρακοσίων τύραννος, ἐπειδὴ πάντα τὰ πρὸς τὸν πόλεμον αὐτῷ κατεσκεύαστο κατὰ τὴν ἰδίαν προαίρεσιν, ἐξέπεμψεν εἰς Καρχηδόνα κήρυκα, δοὺς ἐπιστολὴν πρὸς τὴν γερουσίαν·
シラクサの僭主ディオニュシオスは、戦争のためのあらゆる準備が彼自身の意図通りに整うと、カルタゴへ伝令使を派遣し、元老院宛ての手紙を託した。
§14.47.2ἐν ταύτῃ δὲ γεγραμμένον ἦν ὅτι Συρακοσίοις δεδογμένον εἴη πολεμεῖν πρὸς Καρχηδονίους, ἐὰν μὴ τῶν Ἑλληνίδων πόλεων ἐκχωρήσωσιν.
その手紙には、カルタゴ人がギリシア人都市から撤退しない限り、シラクサ人はカルタゴ人に対して宣戦することを決定した旨が記されていた。
οὗτος μὲν οὖν κατὰ τὸ παραγγελθὲν πλεύσας εἰς Λιβύην τὴν ἐπιστολὴν ἀπέδωκε τῇ γερουσίᾳ.
そこで伝令使は命令通りにリビュアへと航海し、元老院に手紙を届けた。
ἧς ἀναγνωσθείσης ἔν τε τῇ συγκλήτῳ καὶ μετὰ ταῦτʼ ἐν τῷ δήμῳ συνέβη τοὺς Καρχηδονίους οὐ μετρίως ἀγωνιᾶν περὶ τοῦ πολέμου·
この手紙が元老院で、次いで民会で朗読されると、カルタゴ人たちは戦争について尋常ならざる不安を抱くことになった。
ὅ τε γὰρ λοιμὸς αὐτῶν παμπληθεῖς ἀπεκτάγκει καὶ τοῖς ὅλοις ἦσαν ἀπαρασκεύαστοι.
というのも、疫病によって彼らのうち非常に多くの人々が命を落としており、さらにすべての備えを欠いていたからである。
§14.47.3οὐ μὴν ἀλλʼ οὗτοι μὲν ἐκαραδόκουν τὴν τῶν Συρακοσίων προαίρεσιν, καὶ μετὰ πολλῶν χρημάτων ἀπέστειλάν τινας τῶν ἐκ τῆς γερουσίας τοὺς ξενολογήσοντας ἀπὸ τῆς Εὐρώπης·
にもかかわらず、彼らはシラクサ人の動向を注視し、多額の資金を持たせて元老院の数名を、ヨーロッパから傭兵を募るために派遣した。
§14.47.4Διονύσιος δʼ ἀναλαβὼν τοὺς Συρακοσίους καὶ τοὺς μισθοφόρους, ἔτι δὲ τοὺς συμμάχους, ἀνέζευξεν ἐκ Συρακουσῶν, ἐπʼ Ἔρυκος τὴν πορείαν ποιούμενος.
一方ディオニュシオスは、シラクサ人と傭兵たち、さらには同盟軍を引き連れてシラクサを出発し、エリュクスへと向かった。
οὐ μακρὰν γὰρ τοῦ λόφου τούτου Μοτύη πόλις ἦν ἄποικος Καρχηδονίων, ᾗ μάλιστα ἐχρῶντο κατὰ τῆς Σικελίας ὁρμητηρίῳ·
この丘からほど近い場所に、カルタゴの植民都市であり、彼らがシケリアに対する最大の拠点として用いていたモテュエ市があったからである。
ταύτης γὰρ κρατήσας ἤλπιζεν οὐκ ὀλίγα προτερήσειν τῶν πολεμίων.
ディオニュシオスは、この都市を制圧すれば敵に対して少なからぬ優位に立てると期待していたのである。
§14.47.5κατὰ δὲ τὴν ὁδοιπορίαν ἀεὶ παρελάμβανε τοὺς ἐκ τῶν Ἑλληνίδων πόλεων, πανδημεὶ καθοπλίζων·
行軍の途中、彼はギリシア人都市の住民たちを次々と軍に組み入れ、全員を武装させた。
συνεστρατεύοντο γὰρ αὐτῷ προθύμως ἅπαντες, μισοῦντες μὲν τὸ βάρος τῆς τῶν Φοινίκων ἐπικρατείας, ἐπιθυμοῦντες δὲ τυχεῖν ποτε τῆς ἐλευθερίας.
彼らは皆、フェニキア人の支配という重圧を憎み、ついに自由を手に入れることを切望していたため、喜んで彼とともに従軍したのである。
§14.47.6καὶ πρώτους μὲν Καμαριναίους παρέλαβεν, εἶτα Γελῴους καὶ Ἀκραγαντίνους·
彼はまずカマリナ人、次いでゲラ人とアクラガス人を軍に加えた。
μεθʼ οὓς Ἱμεραίους μετεπέμψατο, κατοικοῦντας ἐπὶ θάτερα μέρη τῆς Σικελίας·
その後に、シケリアの反対側に居住していたヒメラ人たちを呼び寄せた。
Σελινουντίους δʼ ἐν παρόδῳ προσαγαγόμενος παρεγενήθη πρὸς τὴν Μοτύην μετὰ πάσης τῆς δυνάμεως.
そして途上でセリヌス人たちを味方に引き入れると、全軍を率いてモテュエへと到着した。
§14.47.7εἶχε δὲ πεζοὺς μὲν ὀκτακισμυρίους, ἱππεῖς δὲ πολὺ πλείους τῶν τρισχιλίων, ναῦς δὲ μακρὰς οὐ πολὺ λειπούσας τῶν διακοσίων·
彼の軍勢は歩兵八万、騎兵三千をはるかに超え、軍船は二百に迫る数であった。
συνηκολούθει δὲ καὶ φορτηγὰ πλοῖα γέμοντα πολλῶν μηχανημάτων, ἔτι δὲ τῆς ἄλλης χορηγίας ἁπάσης, ὄντα τὸν ἀριθμὸν οὐκ ἐλάττω πεντακοσίων.
また、多くの攻城兵器やその他すべての軍需資材を満載した輸送船も同行しており、その数は五百を下らなかった。

語釈・文法注

  1. 14.47.2δεδογμένον εἴη — 主節の動詞が過去(γεγραμμένον ἦν)であるため、ὅτι 節内の直説法(δεδογμένον ἐστί / δέδοκται)が過去における間接話法の希求法(optative of indirect discourse)に転じたもの。「~と決定した(決議した)」という事実を間接的に述べている。
  2. 14.47.2ἧς ἀναγνωσθείσης — 関係代名詞 ἧς (先行詞は前文の ἐπιστολή)を用いた独立属格構文(genitive absolute)。文頭に置かれて「その手紙が読まれたとき」と、前文との有機的なつながりを示している。
  3. 14.47.3τοὺς ξενολογήσοντας — 冠詞付きの未来能動態分詞で、目的(「~するために、~する目的で」)を表す。πέμπω などの派遣を表す動詞とともに用いられ、「傭兵を募るための者たち(を派遣した)」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.47.1-14.47.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.47.1-14.47.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。