Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.44.1-14.44.8

狄奥尼修斯整军与迎娶双妻

第 338 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯通过招募雇佣兵和公民来整备军队,并试图通过联姻与雷吉乌姆和美塞尼亚巩固关系,但他的求婚遭到了雷吉乌姆的拒绝。随后,他迎娶了洛克里的多丽丝和叙拉古的阿里斯托马赫。

§14.44.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρξεν Ἰθυκλῆς, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι πέντε κατεστάθησαν, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, Μάρκος Αἰμίλιος, Γάιος Κορνήλιος, Καίσων Φάβιος.
这一年过去后,伊西克莱斯在雅典担任执政官,而在罗马,则由五位军事论坛官代替执政官被任命,他们是路奇乌斯·尤里乌斯、马尔库斯·富里乌斯、马尔库斯·埃米利乌斯、盖乌斯·科尔内利乌斯和凯索·法比乌斯。
Διονύσιος δʼ ὁ τῶν Συρακοσίων τύραννος, ἐπειδὴ τῶν περὶ τὴν ὁπλοποιίαν καὶ ναυπηγίαν ἔργων τὰ πλεῖστα συντέλειαν εἰλήφει, περὶ τὴν τῶν στρατιωτῶν παρασκευὴν εὐθὺς ἐγένετο.
叙拉古的僭主狄奥尼修斯,由于武器制造和造船的大部分工作已经完成,便立即着手准备士兵。
§14.44.2τῶν οὖν Συρακοσίων κατέλεγε τοὺς ἐπιτηδείους εἰς τάξεις, καὶ παρὰ τῶν ὑπʼ αὐτὸν ταττομένων πόλεων μετεπέμπετο τοὺς εὐθέτους.
于是,他从叙拉古人中征召合适的人编入队伍,并从归他管辖的城市中召集适当的人选。
συνήγαγε δὲ καὶ μισθοφόρους ἐκ τῆς Ἑλλάδος καὶ μάλιστα παρὰ τῶν Λακεδαιμονίων· οὗτοι γὰρ αὐτῷ συναύξοντες τὴν ἀρχὴν ἔδωκαν ἐξουσίαν ὅσους βούλοιτο παρʼ αὐτῶν ξενολογεῖν.
他还从希腊,特别是从洛克里(拉刻代蒙)人那里招募雇佣兵;因为他们为了帮助他扩大统治,允许他从他们那里征募任意数量的雇佣兵。
καθόλου δʼ ἐκ πολλῶν ἐθνῶν σπεύδων τὸ ξενικὸν στρατόπεδον συνηθροικέναι, καὶ μισθοὺς πολλοὺς ἐπαγγελλόμενος, εὕρισκε τοὺς ὑπακούοντας.
总的来说,他急于从许多民族中集结这支雇佣军,并许诺给予优厚的薪水,因此他找到了响应号召的人。
§14.44.3μέλλων δὲ μέγαν ἐξεγείρειν πόλεμον, ταῖς κατὰ τὴν νῆσον πόλεσι φιλανθρώπως προσεφέρετο, τὴν εὔνοιαν αὐτῶν ἐκκαλούμενος.
由于他即将挑起一场大战,他对岛上的城市采取了友善的态度,以争取它们的好感。
τοὺς δὲ παρὰ τὸν πορθμὸν κατοικοῦντας Ῥηγίνους τε καὶ Μεσσηνίους ὁρῶν ἱκανὴν δύναμιν ἔχοντας συντεταγμένην, εὐλαβεῖτο μήποτε τῶν Καρχηδονίων διαβάντων εἰς Σικελίαν ἐκείνοις πρόσθωνται· οὐ μικρὰν γὰρ αἱ πόλεις αὗται ῥοπὴν εἶχον, ὁποτέροις εἰς τὸν πόλεμον συμμαχήσειαν.
另一方面,他看到居住在海峡两岸的雷吉乌姆人和美塞尼亚人拥有相当雄厚的组织化军事力量,便十分警惕,担心一旦迦太基人渡海来到西西里,他们会倒向对方;因为这些城市在战争中不论与哪一方结盟,都具有不小的决定性分量。
§14.44.4ἃ δὴ λίαν ἀγωνιῶν ὁ Διονύσιος, τοῖς Μεσσηνίοις ἔδωκε πολλὴν τῆς ὁμόρου χώραν, ἰδίους αὐτοὺς κατασκευάζων ταῖς εὐεργεσίαις·
狄奥尼修斯对此深感忧虑,便将大片邻近的土地赠送给美塞尼亚人,通过这些恩惠使他们成为自己人。
πρὸς δὲ Ῥηγίνους ἀπέστειλε πρεσβευτάς, παρακαλῶν ἐπιγαμίαν ποιήσασθαι καὶ δοῦναι τῶν πολιτικῶν παρθένων αὐτῷ μίαν συμβιώσασθαι· ἐπηγγέλλετο δʼ αὐτοῖς πολλὴν τῆς συνοριζούσης χώρας κατακτήσεσθαι, τὴν πόλιν δʼ αὐξήσειν ἐφʼ ὅσον ἂν αὐτὸς ἰσχύῃ.
而对于雷吉乌姆人,他派出了使节,请求建立通婚关系,并希望对方将市民中的一位处女嫁给他为妻;他向他们许诺,将为他们夺取大片接壤的土地,并在自己能力所及的范围内扩大他们的城市。
§14.44.5τῆς γὰρ γυναικὸς αὐτοῦ, θυγατρὸς δʼ Ἑρμοκράτους, κατὰ τὴν ἀπόστασιν τῶν ἱππέων ἀνῃρημένης, ἔσπευδε τεκνοποιήσασθαι, διαλαμβάνων τῇ τῶν γεννηθέντων εὐνοίᾳ βεβαιότατα τηρήσειν τὴν δυναστείαν.
因为他的妻子(赫尔莫克拉特斯之女)在骑兵起义期间被杀,他急于生育子女,认为凭借后代的忠诚最能稳固地维持他的统治。
οὐ μὴν ἀλλʼ ἐν τῷ Ῥηγίῳ συναχθείσης περὶ τούτων ἐκκλησίας, καὶ πολλῶν ῥηθέντων λόγων, ἔδοξε τοῖς Ῥηγίνοις μὴ δέξασθαι τὴν ἐπιγαμίαν.
然而,当雷吉乌姆为此召开公民大会并发表了许多言论后,雷吉乌姆人决定不接受这一通婚请求。
§14.44.6Διονύσιος δʼ ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς, περὶ τῶν αὐτῶν ἀπέστειλε τοὺς πρεσβευτὰς πρὸς τὸν δῆμον τῶν Λοκρῶν.
狄奥尼修斯在这一尝试失败后,就同一事务向洛克里人的民众派出了使节。
ὧν ψηφισαμένων τὴν ἐπιγαμίαν, ἐμνήστευεν ὁ Διονύσιος Δωρίδα τὴν Ξενέτου θυγατέρα, κατʼ ἐκεῖνον τὸν χρόνον ὄντος ἐνδοξοτάτου τῶν πολιτῶν.
在他们投票同意通婚后,狄奥尼修斯便向克塞内托斯之女多丽丝求婚,克塞内托斯在当时是市民中最有名望的人。
§14.44.7ὀλίγαις δʼ ἡμέραις πρὸ τῶν γάμων ἀπέστειλεν εἰς Λοκροὺς πεντήρη πρῶτον νεναυπηγημένην, ἀργυροῖς καὶ χρυσοῖς κατασκευάσμασι κεκοσμημένην· ἐφʼ ἧς διακομίσας τὴν παρθένον εἰς τὰς Συρακούσας εἰσήγαγεν εἰς τὴν ἀκρόπολιν.
婚礼前几天,他向洛克里派出了一艘新造的五列桨战船,上面装饰着金银器物;他用这艘船将这位处女送往叙拉古,并迎入卫城。
§14.44.8ἐμνηστεύσατο δὲ καὶ τῶν πολιτικῶν τὴν ἐπισημοτάτην Ἀριστομάχην, ἐφʼ ἣν ἀποστείλας λευκὸν τέθριππον ἤγαγεν εἰς τὴν ἰδίαν οἰκίαν.
他还向市民中最杰出的女性阿里斯托马赫求婚,并派出一辆由四匹白马拉着的战车去接她,将她迎入了自己的府邸。

词汇与语法注释

  1. 14.44.2ὅσους βούλοιτο — 由于主句动词为过去时(ἔδωκαν),从句中的动词因时态一致(历史序列)而使用了祈愿语气(oblique optative),替代了原本在直接引语或主时态序列中应使用的带 ἄν 的虚拟语气(ὅσους ἂν βούληται)或直陈语气(ὅσους ἐβούλετο)。
  2. 14.44.3ὁποτέροις... συμμαχήσειαν — 在依附于过去时态动词(εἶχον)的历史序列中,表示条件的关联从句使用了不带 ἄν 的祈愿语气(συμμαχήσειαν);若在主时态序列中,该处本应为带 ἄν 的虚拟语气(ὁποτέροις ἂν συμμαχήσωσιν)。
  3. 14.44.4 — 句首的中性复数宾格关系代词起到了连接关系代词(relative connection)的作用,指代前句中提到的情况(美塞尼亚和雷吉乌姆的军事力量及其潜在同盟关系)。它是分词 ἀγωνιῶν 的直接宾语。
  4. 14.44.5διαλαμβάνων... τηρήσειν — 作为分词 διαλαμβάνων(认为)宾语的不定式结构。由于将来时不定式 τηρήσειν 的逻辑主语与主句主语(狄奥尼修斯)一致,因此省略了宾格主语(αὐτόν)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.44.1-14.44.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.44.1-14.44.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。