§14.44.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρξεν Ἰθυκλῆς, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι πέντε κατεστάθησαν, Λεύκιος Ἰούλιος, Μάρκος Φούριος, Μάρκος Αἰμίλιος, Γάιος Κορνήλιος, Καίσων Φάβιος.
この年が過ぎ去ると、アテナイではイテュクレスがアルコンになり、ローマでは執政官に代わって、ルキウス・ユリウス、マルクス・フリウス、マルクス・アエミリウス、ガイウス・コルネリウス、カエソ・ファビウスの五人の軍事執政官が任命された。
Διονύσιος δʼ ὁ τῶν Συρακοσίων τύραννος, ἐπειδὴ τῶν περὶ τὴν ὁπλοποιίαν καὶ ναυπηγίαν ἔργων τὰ πλεῖστα συντέλειαν εἰλήφει, περὶ τὴν τῶν στρατιωτῶν παρασκευὴν εὐθὺς ἐγένετο.
シラクサの僭主ディオニュシオスは、武具製造と造船に関する仕事の大半が完了すると、すぐに兵士たちの準備に取りかかった。
§14.44.2τῶν οὖν Συρακοσίων κατέλεγε τοὺς ἐπιτηδείους εἰς τάξεις, καὶ παρὰ τῶν ὑπʼ αὐτὸν ταττομένων πόλεων μετεπέμπετο τοὺς εὐθέτους.
そこで彼は、シラクサ人の中から適任者を部隊に徴募し、また彼の支配下にある諸都市から適した者たちを召喚した。
συνήγαγε δὲ καὶ μισθοφόρους ἐκ τῆς Ἑλλάδος καὶ μάλιστα παρὰ τῶν Λακεδαιμονίων·
また、ギリシアからも、とりわけラケダイモン人たちから傭兵を集めた。
οὗτοι γὰρ αὐτῷ συναύξοντες τὴν ἀρχὴν ἔδωκαν ἐξουσίαν ὅσους βούλοιτο παρʼ αὐτῶν ξενολογεῖν.
というのも、彼らは彼の支配力をともに拡大しようとして、彼が望むだけの人数を彼らの地から募兵する権限を彼に与えたからである。
καθόλου δʼ ἐκ πολλῶν ἐθνῶν σπεύδων τὸ ξενικὸν στρατόπεδον συνηθροικέναι, καὶ μισθοὺς πολλοὺς ἐπαγγελλόμενος, εὕρισκε τοὺς ὑπακούοντας.
総じて、多くの民族から傭兵部隊を熱心に集めようとし、多額の給与を約束することで、彼はそれに応じる者たちを見出した。
§14.44.3μέλλων δὲ μέγαν ἐξεγείρειν πόλεμον, ταῖς κατὰ τὴν νῆσον πόλεσι φιλανθρώπως προσεφέρετο, τὴν εὔνοιαν αὐτῶν ἐκκαλούμενος.
大規模な戦争を引き起こそうとしていた彼は、島の諸都市に対して親切に接し、その好意を引き出ようとした。
τοὺς δὲ παρὰ τὸν πορθμὸν κατοικοῦντας Ῥηγίνους τε καὶ Μεσσηνίους ὁρῶν ἱκανὴν δύναμιν ἔχοντας συντεταγμένην, εὐλαβεῖτο μήποτε τῶν Καρχηδονίων διαβάντων εἰς Σικελίαν ἐκείνοις πρόσθωνται·
他方で、海峡の近くに住むレギオン人やメッセネ人が組織された十分な軍事力を有しているのを見て、カルタゴ人がシケリアに渡ってきたときに彼らが敵に加担するのではないかと警戒した。
οὐ μικρὰν γὰρ αἱ πόλεις αὗται ῥοπὴν εἶχον, ὁποτέροις εἰς τὸν πόλεμον συμμαχήσειαν.
というのも、これらの都市は、戦争においてどちらの側と同盟を結ぶにしても、少なからぬ決定的な影響力を持っていたからである。
§14.44.4ἃ δὴ λίαν ἀγωνιῶν ὁ Διονύσιος, τοῖς Μεσσηνίοις ἔδωκε πολλὴν τῆς ὁμόρου χώραν, ἰδίους αὐτοὺς κατασκευάζων ταῖς εὐεργεσίαις·
ディオニュシオスはこのことを大いに懸念し、メッセネ人たちには隣接する多くの土地を与え、その恩恵によって彼らを自らの味方とした。
πρὸς δὲ Ῥηγίνους ἀπέστειλε πρεσβευτάς, παρακαλῶν ἐπιγαμίαν ποιήσασθαι καὶ δοῦναι τῶν πολιτικῶν παρθένων αὐτῷ μίαν συμβιώσασθαι·
他方、レギオン人に対しては使節を派遣し、通婚関係を結んで市民の娘の中から一人を妻として自分に与えるよう求めた。
ἐπηγγέλλετο δʼ αὐτοῖς πολλὴν τῆς συνοριζούσης χώρας κατακτήσεσθαι, τὴν πόλιν δʼ αὐξήσειν ἐφʼ ὅσον ἂν αὐτὸς ἰσχύῃ.
そして彼らに、隣接する多くの土地を獲得すること、また自分が力を持つ限り彼らの都市を拡大することを約束した。
§14.44.5τῆς γὰρ γυναικὸς αὐτοῦ, θυγατρὸς δʼ Ἑρμοκράτους, κατὰ τὴν ἀπόστασιν τῶν ἱππέων ἀνῃρημένης, ἔσπευδε τεκνοποιήσασθαι, διαλαμβάνων τῇ τῶν γεννηθέντων εὐνοίᾳ βεβαιότατα τηρήσειν τὴν δυναστείαν.
というのも、彼の妻でありヘルモクラテスの娘であった女性が、騎兵たちの反乱の際に殺されていたため、彼は子供を儲けることを急いでおり、生まれてくる子供たちの忠愛によって自らの支配権を最も強固に維持できると考えていたからである。
οὐ μὴν ἀλλʼ ἐν τῷ Ῥηγίῳ συναχθείσης περὶ τούτων ἐκκλησίας, καὶ πολλῶν ῥηθέντων λόγων, ἔδοξε τοῖς Ῥηγίνοις μὴ δέξασθαι τὴν ἐπιγαμίαν.
しかしながら、レギオンにおいてこれらについての民会が招集され、多くの議論がなされた末、レギオン人たちは通婚関係を受け入れないことを決定した。
§14.44.6Διονύσιος δʼ ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς, περὶ τῶν αὐτῶν ἀπέστειλε τοὺς πρεσβευτὰς πρὸς τὸν δῆμον τῶν Λοκρῶν.
ディオニュシオスはこの企てに失敗すると、同じ件についてロクリスの民衆へと使節を派遣した。
ὧν ψηφισαμένων τὴν ἐπιγαμίαν, ἐμνήστευεν ὁ Διονύσιος Δωρίδα τὴν Ξενέτου θυγατέρα, κατʼ ἐκεῖνον τὸν χρόνον ὄντος ἐνδοξοτάτου τῶν πολιτῶν.
彼らが通婚を議決すると、ディオニュシオスは当時市民の中で最も名声の高かったクセネトスの娘ドリスに求婚した。
§14.44.7ὀλίγαις δʼ ἡμέραις πρὸ τῶν γάμων ἀπέστειλεν εἰς Λοκροὺς πεντήρη πρῶτον νεναυπηγημένην, ἀργυροῖς καὶ χρυσοῖς κατασκευάσμασι κεκοσμημένην·
婚礼の数日前に、彼は、初めて建造された、銀と金の装飾品で飾られた五段櫂船をロクリスに送った。
ἐφʼ ἧς διακομίσας τὴν παρθένον εἰς τὰς Συρακούσας εἰσήγαγεν εἰς τὴν ἀκρόπολιν.
そしてこの船に乗せてその娘をシラクサへと運び、アクロポリスへと迎え入れた。
§14.44.8ἐμνηστεύσατο δὲ καὶ τῶν πολιτικῶν τὴν ἐπισημοτάτην Ἀριστομάχην, ἐφʼ ἣν ἀποστείλας λευκὸν τέθριππον ἤγαγεν εἰς τὴν ἰδίαν οἰκίαν.
また、市民の女性たちの中で最も著名なアリストマケにも求婚し、彼女を迎えに白い四頭立ての戦車を送り、自らの邸宅へと連れてきた。