Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.45.1-14.45.5

狄奥尼修斯的宽厚统治与对迦太基的宣战决议

第 339 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯娶了两位妻子并款待市民,统治转为温和。随后,他在公民大会上提议对迦太基宣战,指出其因瘟疫而虚弱正是良机,叙拉古人怀着恢复自由的期盼一致同意。

§14.45.1περὶ δὲ τὸν αὐτὸν χρόνον ἀμφοτέρας γήμας συνεχεῖς ἑστιάσεις ἐποιεῖτο τῶν στρατιωτῶν καὶ τῶν πλείστων πολιτῶν· ἀπετίθετο γὰρ ἤδη τὸ πικρὸν τῆς τυραννίδος, καὶ μεταβαλλόμενος εἰς ἐπιείκειαν φιλανθρωπότερον ἦρχε τῶν ὑποτεταγμένων, οὔτε φονεύων οὔτε φυγάδας ποιῶν, καθάπερ εἰώθει.
几乎在同一时期,他在娶了两位妻子后,为士兵和大半市民举行了连续不断的宴会;因为他已经开始摒弃篡位统治的残暴,转而采取温和的态度,更人道地统治臣民,不再像以前那样杀戮或流放他们。
§14.45.2μετὰ δὲ τοὺς γάμους ὀλίγας ἐπιμείνας ἡμέρας συνήγαγεν ἐκκλησίαν καὶ παρεκάλει τοὺς Συρακοσίους πόλεμον ἐξενεγκεῖν πρὸς τοὺς Καρχηδονίους, ἀποφαίνων αὐτοὺς καθόλου μὲν τοῖς Ἕλλησιν ἐχθροτάτους ὄντας, μάλιστα δὲ τοῖς Σικελιώταις διὰ παντὸς ἐπιβουλεύοντας.
婚礼过后,他逗留了几天,便召集了公民大会,并敦促叙拉古人对迦太基人宣战,指出迦太基人总体上对希腊人最为敌视,尤其是始终在密谋对付西西里人。
§14.45.3καὶ νῦν μὲν ἐφʼ ἡσυχίας αὐτοὺς μένειν ἀπεδείκνυε διὰ τὸν ἐμπεσόντα λοιμόν, ὃν τοὺς πλείστους τῶν κατὰ Λιβύην διεφθαρκέναι· ἰσχύσαντας δʼ αὐτοὺς οὐκ ἀφέξεσθαι τῶν Σικελιωτῶν, οἷς ἐξ ἀρχαίων ἐπιβουλεύουσιν.
他指出,目前他们之所以保持平静,是因为突如其来的瘟疫,这场瘟疫消灭了利比亚的大部分人口;但一旦他们恢复力量,绝不会放过他们自古以来就在密谋对付西西里人。
διὸ αἱρετώτερον νῦν εἶναι πρὸς ἀσθενεῖς αὐτοὺς ὄντας διαπολεμεῖν ἢ μετὰ ταῦτα πρὸς ἰσχυροὺς διαγωνίζεσθαι.
因此,现在乘他们虚弱时与他们彻底开战,比日后与强大的他们抗衡更为有利。
§14.45.4ἅμα δὲ συνίστα δεινὸν εἶναι περιορᾶν τὰς Ἑλληνίδας πόλεις ὑπὸ βαρβάρων καταδεδουλωμένας, ἃς ἐπὶ τοσοῦτον συνεπιλήψεσθαι τῶν κινδύνων, ἐφʼ ὅσον τῆς ἐλευθερίας τυχεῖν ἐπιθυμοῦσιν.
同时,他强调,眼睁睁看着希腊城市被蛮族奴役是不可容忍的,只要这些城市渴望获得自由,它们就会在同等程度上共同承担危险。
οὐ μὴν ἀλλὰ πολλοὺς λόγους πρὸς ταύτην τὴν προαίρεσιν διαλεχθεὶς ταχὺ συγκαταίνους ἔλαβε τοὺς Συρακοσίους.
然而,在为这一意图发表了许多言论后,他很快就使叙拉古人表示赞同。
§14.45.5οὐ γὰρ ἧττον ἐκείνου τὸν πόλεμον ἔσπευδον γενέσθαι, πρῶτον μὲν μισοῦντες τοὺς Καρχηδονίους, διʼ ἐκείνους ἠναγκασμένοι ποιεῖν τὸ προσταττόμενον ὑπὸ τοῦ τυράννου· ἔπειτα δὲ καὶ τὸν Διονύσιον φιλανθρωπότερον ἑαυτοῖς ἤλπιζον χρήσεσθαι, φοβούμενον τοὺς πολεμίους καὶ τὴν ἀπὸ τῶν καταδεδουλωμένων ἐπίθεσιν· τὸ δὲ μέγιστον,ἤλπιζον ἑαυτοὺς κυριεύσαντας ὅπλων, ἐὰν ἡ τύχη δῷ καιρόν, ἀντιλήψεσθαι τῆς ἐλευθερίας.
因为他们和狄奥尼修斯一样急切地希望开战,首先是因为他们憎恨迦太基人,正是因为他们,他们才不得不服从僭主的命令;其次,他们希望狄奥尼修斯因害怕敌人和被奴役者的袭击,会对他们更加宽厚;最重要的是,他们希望一旦掌握了武器,如果命运赐予机会,他们就能夺回自由。

词汇与语法注释

  1. 14.45.1τῶν στρατιωτῶν καὶ τῶν πλείστων πολιτῶν — 依赖于名词 `ἑστιάσεις`(宴会)的宾格性属格,意为“款待士兵和大半市民”。
  2. 14.45.3ὃν τοὺς πλείστους τῶν κατὰ Λιβύην διεφθαρκέναι — 在间接引语中,由关系代词 `ὃν`(先行词为 `λοιμόν`)引导的关系从句采用了“对格加不定式”结构(`ὃν ... διεφθαρκέναι`)。`ὃν` 作为不定式 `διεφθαρκέναι` 的主语对格,而 `τοὺς πλείστους` 是其宾语。
  3. 14.45.4ἃς ἐπὶ τοσοῦτον συνεπιλήψεσθαι τῶν κινδύνων — 由关系代词 `ἃς`(先行词为 `τὰς Ἑλληνίδας πόλεις`)引导的关系从句。由于受到间接引语的影响,此处使用不定式(`ἃς ... συνεπιλήψεσθαι`)而非限定动词。动词 `συνεπιλήψεσθαι`(共同承担)要求属格(`τῶν κινδύνων`)作为宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.45.1-14.45.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.45.1-14.45.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。