Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.43.1-14.43.5

叙拉古的武器生产与兵员招募

第 337 段,共 723 段 · 希腊语

内容简介

本节描述了叙拉古大规模军备扩张与武器制造的繁荣景象,并说明了狄奥尼修斯配备船员及招募士兵的策略。此外,还简要记述了悲剧作家阿斯蒂达马斯的首次演出,以及罗马人在围攻维伊时遭遇的挫败。

§14.43.1διόπερ τοσούτων ὅπλων καὶ νεῶν κατασκευαζομένων ἐν ἑνὶ τόπῳ, τὸ γινόμενον πολλὴν παρεῖχε τοῖς θεωμένοις κατάπληξιν·
因此,由于如此多的武器和船只在同一个地方建造,这一盛况给旁观者带来了极大的震撼。
ὅτε μὲν γάρ τις ἴδοι τὴν περὶ τὰς ναῦς σπουδήν, ἐνόμιζε περὶ ταύτας ἅπαντας πραγματεύεσθαι τοὺς Σικελιώτας· ὅτε δὲ πάλιν τοῖς τῶν ὁπλοποιῶν καὶ μηχανοποιῶν ἔργοις συμπαραγενηθείη, περὶ τούτους μόνους ἐνόμιζεν ἅπασαν εἶναι τὴν τῆς ὑπηρεσίας παρασκευήν.
因为每当有人看到围绕船只所付出的热忱时,便会以为所有的西西里人都在忙于此事;而每当他又来到武器制造者和机器制造者的作坊时,又会以为全部的劳役准备都仅仅是为了这些人。
§14.43.2οὐ μὴν ἀλλὰ καὶ τῆς περὶ ταῦτα σπουδῆς ἀνυπερβλήτου γινομένης, κατεσκευάσθησαν ἀσπίδων μὲν τεσσαρεσκαίδεκα μυριάδες, ἐγχειριδίων δὲ καὶ περικεφαλαιῶν ὁ παραπλήσιος ἀριθμός· ἡτοιμάσθησαν δὲ καὶ θώρακες, παντοῖοι μὲν ταῖς κατασκευαῖς, περιττῶς δὲ κατὰ τὴν τέχνην εἰργασμένοι, πλείους τῶν μυρίων τετρακισχιλίων.
不仅如此,由于对这些事务的热忱达到了无以复加的地步,制造出来的盾牌达十四万面,短剑和头盔的数量也大致相同;此外还准备了一万四千多件胸甲,其构造各异,且工艺极其精湛。
§14.43.3τούτους δὲ διενοεῖτο διαδιδόναι τοῖς ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς ἐφʼ ἡγεμονίας τεταγμένοις, ἔτι δὲ τῶν μισθοφόρων τοῖς σωματοφυλακεῖν μέλλουσιν.
他打算将这些胸甲分发给骑兵、步兵中担任指挥官的人,以及雇佣兵中将要担任卫队的人。
κατεσκευάσθησαν δὲ καὶ καταπέλται παντοῖοι καὶ τῶν ἄλλων βελῶν πολύς τις ἀριθμός.
各种类型的弹射器以及大量其他投掷武器也被制造了出来。
§14.43.4τῶν δὲ παρασκευασθεισῶν νεῶν μακρῶν αἱ μὲν ἡμίσεις αὐτῶν εἶχον πολιτικοὺς κυβερνήτας καὶ πρῳρεῖς, ἔτι δὲ τοὺς ταῖς κώπαις χρησομένους, ταῖς δʼ ἄλλαις ὁ Διονύσιος ξένους ἐμισθώσατο.
在准备好的军舰中,半数配备了由公民担任的舵手、瞭望员以及桨手,而对于其余的半数,狄奥尼修斯则雇佣了外邦人。
ἐπεὶ δὲ τὰ περὶ τὰς ναῦς καὶ τὴν ὁπλοποιίαν αὐτῷ συντέλειαν ἐλάμβανε, περὶ τὴν τῶν στρατιωτῶν παρασκευὴν ἐγίνετο·
当船只和武器制造的工作告一段落时,他便开始着手准备招募士兵。
τούτους γὰρ ἔκρινε συμφέρειν μὴ πρὸ πολλοῦ μισθοῦσθαι πρὸς τὸ μὴ πολλὰς γίνεσθαι δαπάνας.
因为他认为,为了避免产生过多的开支,不宜过早地雇佣这些士兵。
§14.43.5Ἀστυδάμας δʼ ὁ τραγῳδιογράφος τότε πρῶτον ἐδίδαξεν· ἔζησε δὲ ἔτη ἑξήκοντα.
悲剧作家阿斯蒂达马斯在此时首次上演了剧作;他活了六十岁。
Ῥωμαῖοι δὲ πολιορκοῦντες τοὺς Βηίους, ἐξελθόντων τῶν ἐκ τῆς πόλεως οἱ μὲν κατεκόπησαν ὑπὸ τῶν Βηίων, οἱ δʼ ἐξέφυγον αἰσχρῶς.
而罗马人在围攻维伊人时,城中的人出城迎战,一些罗马人被维伊人斩杀,另一些人则狼狈逃走。

词汇与语法注释

  1. 14.43.1ὅτε μὲν γάρ τις ἴδοι — ἴδοι 及其后的 συμπαραγενηθείη 是过去一般条件从句中的希求法过去时,表示过去重复发生的动作。它们与主句的未完成过去时动词 ἐνόμιζε(ν) 相呼应,意为“每当有人看到……,他就会认为……”。
  2. 14.43.2οὐ μὴν ἀλλὰ καὶ — 该连接词短语意为“不仅如此,而且……”或“更确切地说,甚至……”,在肯定前文内容的同时,引入一个程度更深或更重要的事实。
  3. 14.43.4συμφέρειν μὴ πρὸ πολλοῦ μισθοῦσθαι — συμφέρειν 是一个无人称不定式,其逻辑主语是作为不定式短语的 μισθοῦσθαι(“雇佣”)。短语 μὴ πρὸ πολλοῦ(“不要过早地”,即临近时)修饰 μισθοῦσθαι。
  4. 14.43.5ἐξελθόντων τῶν ἐκ τῆς πόλεως — 这是一个属格绝对结构,意为“城中的人(即被围困的维伊居民)出城时”。它引入了一个与主句主语 Ῥωμαῖοι(罗马人)不同的主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.43.1-14.43.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.43.1-14.43.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。