Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.37.1-14.37.7

色诺芬征战色雷斯与苏格拉底之死

第 331 段,共 723 段 · 希腊语

内容简介

随库鲁斯出征并返回的希腊雇佣兵余部在色诺芬率领下在色雷斯作战,后加入西布伦的军队。同时记述了同期的其他事件:狄奥尼修斯在西西里建立阿德拉农,马其顿国王阿耳刻拉奥斯去世及王位更迭,以及苏格拉底在雅典被处决与民众的事后追悔。

§14.37.1περὶ δὲ τὸν αὐτὸν χρόνον τῶν ἐστρατευμένων μετὰ Κύρου καὶ διασωθέντων εἰς τὴν Ἑλλάδα τινὲς μὲν εἰς τὰς ἰδίας πατρίδας ἀπηλλάγησαν, οἱ δὲ πλεῖστοι στρατιωτικὸν εἰθισμένοι ζῆν βίον, καὶ σχεδὸν ὄντες πεντακισχίλιοι, στρατηγὸν αὑτῶν εἵλαντο Ξενοφῶντα.
大约在同一时间,在那些随同库鲁斯出征并安全返回希腊的人当中,有些人回到了各自的家乡,但大多数人习惯于过军旅生活,人数将近五千,他们选择色诺芬为自己的将军。
§14.37.2ὃς ἀναλαβὼν τὴν δύναμιν ὥρμησε πολεμήσων Θρᾷκας τοὺς περὶ τὸν Σαλμυδησσὸν οἰκοῦντας·
色诺芬接管了这支军队,出发去向居住在萨尔米德苏斯周围的色雷斯人开战。
οὗτος δʼ ἔστι μὲν ἐπʼ ἀριστερᾷ τοῦ Πόντου, παρεκτείνων δʼ ἐπὶ πολὺ πλεῖστα ποιεῖ ναυάγια.
这个地方位于蓬托斯海的左侧,延伸得很长,导致了极多起船难。
§14.37.3οἱ μὲν οὖν Θρᾷκες εἰώθεισαν περὶ τούτους τοὺς τόπους ἐφεδρεύοντες τοὺς ἐκπίπτοντας τῶν ἐμπόρων αἰχμαλωτίζειν· ὁ δὲ Ξενοφῶν μετὰ τῶν συνηθροισμένων στρατιωτῶν ἐμβαλὼν αὐτῶν εἰς τὴν χώραν μάχῃ τε ἐνίκησε καὶ τὰς πλείστας τῶν κωμῶν ἐνέπρησεν·
于是,这些色雷斯人习惯于在这些地区潜伏,俘虏那些搁浅的商人;但色诺芬率领集结的士兵侵入他们的领地,在战斗中击败了他们,并烧毁了大部分村庄。
§14.37.4μετὰ δὲ ταῦτα Θίβρωνος αὐτοὺς μεταπεμπομένου καὶ μισθοὺς ἐπαγγελλομένου δώσειν, πρὸς ἐκεῖνον ἀπεχώρησαν καὶ μετὰ Λακεδαιμονίων ἐπολέμουν τοῖς Πέρσαις.
此后,由于西布伦召集他们并许诺发给军饷,他们便前去投奔他,与拉刻代蒙人一起对抗波斯人。
§14.37.5τούτων δὲ πραττομένων Διονύσιος μὲν ἐν τῇ Σικελίᾳ πόλιν ἔκτισεν ὑπʼ αὐτὸν τὸν τῆς Αἴτνης λόφον, καὶ ἀπό τινος ἐπιφανοῦς ἱεροῦ προσηγόρευσεν αὐτὴν Ἄδρανον.
在发生这些事情的同时,在西西里,狄奥尼修斯在埃特纳山脚下建立了一座城市,并根据一座著名的神庙将其命名为阿德拉农。
§14.37.6κατὰ δὲ τὴν Μακεδονίαν Ἀρχέλαος ὁ βασιλεὺς ἔν τινι κυνηγίῳ πληγεὶς ἀκουσίως ὑπὸ Κρατεροῦ τοῦ ἐρωμένου τὸν βίον μετήλλαξε, βασιλεύσας ἔτη ἑπτά·
在马其顿,国王阿耳刻拉奥斯在一次狩猎中被他的男宠克拉特罗斯误伤而去世,在位共七年。
τὴν δʼ ἀρχὴν διεδέξατο Ὀρέστης παῖς ὤν, ὃν ἀνελὼν Ἀέροπος ἐπίτροπος ὢν κατέσχε τὴν βασιλείαν ἔτη ἕξ.
王位由还是孩童的俄瑞斯忒斯继承,他的监护人阿埃罗波斯杀害了他,并篡夺王位统治了六年。
§14.37.7Ἀθήνησι δὲ Σωκράτης ὁ φιλόσοφος ὑπʼ Ἀνύτου καὶ Μελήτου κατηγορηθεὶς ἐπʼ ἀσεβείᾳ καὶ φθορᾷ τῶν νέων, θανάτῳ κατεδικάσθη καὶ πιὼν κώνειον ἐτελεύτησεν.
在雅典,哲学家苏格拉底被阿尼图斯和美勒托指控犯有不敬神明和败坏青年之罪,被判处死刑,并饮鸩而死。
ἀδίκου δὲ τῆς κατηγορίας γεγενημένης ὁ δῆμος μετεμελήθη, τηλικοῦτον ἄνδρα θεωρῶν ἀνῃρημένον· διόπερ τοὺς κατηγορήσαντας διʼ ὀργῆς εἶχε καὶ τέλος ἀκρίτους ἀπέκτεινεν.
但由于这一指控是不公的,雅典民众在看到如此伟大的人物被处死后感到后悔;因此,他们对指控者怀恨在心,最终未经审判便处死了他们。

词汇与语法注释

  1. 14.37.2ὥρμησε πολεμήσων — 未来主动分词 πολεμήσων 与表示移动的动词 ὥρμησε(ὁρμάω 的不定过去时)连用,表示目的(“为了进行战争”)。
  2. 14.37.3τοὺς ἐκπίπτοντας τῶν ἐμπόρων — τοὺς ἐκπίπτοντας 是分词的名词化用法,意为“(因船难而)漂流、搁浅到岸上的人”,属格 τῶν ἐμπόρων 作为部分属格修饰该分词(意为“商人中……的人”)。
  3. 14.37.7ἀδίκου δὲ τῆς κατηγορίας γεγενημένης — 属格绝对结构。其主语为 τῆς κατηγορίας,谓语形容词为 ἀδίκου,构成表示原因或时间的状语从句(“由于指控是不公的”或“在指控被证明是不公的之后”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.37.1-14.37.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.37.1-14.37.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。