§14.37.1περὶ δὲ τὸν αὐτὸν χρόνον τῶν ἐστρατευμένων μετὰ Κύρου καὶ διασωθέντων εἰς τὴν Ἑλλάδα τινὲς μὲν εἰς τὰς ἰδίας πατρίδας ἀπηλλάγησαν, οἱ δὲ πλεῖστοι στρατιωτικὸν εἰθισμένοι ζῆν βίον, καὶ σχεδὸν ὄντες πεντακισχίλιοι, στρατηγὸν αὑτῶν εἵλαντο Ξενοφῶντα.
同じ頃、キュロスとともに従軍しギリシアへ無事に帰還した者たちのうち、一部はそれぞれの故郷へと去って行ったが、大部分の者は軍隊的な生活を送ることに慣れており、ほぼ五千人であったが、自分たちの指揮官にクセノポンを選んだ。
§14.37.2ὃς ἀναλαβὼν τὴν δύναμιν ὥρμησε πολεμήσων Θρᾷκας τοὺς περὶ τὸν Σαλμυδησσὸν οἰκοῦντας·
彼はその軍勢を引き連れて、サルミュデッソス周辺に住むトラキア人たちと戦うために出発した。
οὗτος δʼ ἔστι μὲν ἐπʼ ἀριστερᾷ τοῦ Πόντου, παρεκτείνων δʼ ἐπὶ πολὺ πλεῖστα ποιεῖ ναυάγια.
この場所はポントスの左手にあり、長く伸びていて、きわめて多くの難破を引き起こす場所である。
§14.37.3οἱ μὲν οὖν Θρᾷκες εἰώθεισαν περὶ τούτους τοὺς τόπους ἐφεδρεύοντες τοὺς ἐκπίπτοντας τῶν ἐμπόρων αἰχμαλωτίζειν·
それで、トラキア人たちはこれらの場所のあたりで待ち伏せをして、難破して漂着した商人たちを捕虜にすることを習慣としていた。
ὁ δὲ Ξενοφῶν μετὰ τῶν συνηθροισμένων στρατιωτῶν ἐμβαλὼν αὐτῶν εἰς τὴν χώραν μάχῃ τε ἐνίκησε καὶ τὰς πλείστας τῶν κωμῶν ἐνέπρησεν·
しかし、クセノポンは集められた兵士たちとともに彼らの領土に侵入し、戦闘で彼らに勝利し、村々の大部分を焼き払った。
§14.37.4μετὰ δὲ ταῦτα Θίβρωνος αὐτοὺς μεταπεμπομένου καὶ μισθοὺς ἐπαγγελλομένου δώσειν, πρὸς ἐκεῖνον ἀπεχώρησαν καὶ μετὰ Λακεδαιμονίων ἐπολέμουν τοῖς Πέρσαις.
この後、ティブロンが彼らを招集し、給与を支払うことを約束したため、彼らは彼のもとへと去り、ラケダイモン人とともにペルシア人たちと戦った。
§14.37.5τούτων δὲ πραττομένων Διονύσιος μὲν ἐν τῇ Σικελίᾳ πόλιν ἔκτισεν ὑπʼ αὐτὸν τὸν τῆς Αἴτνης λόφον, καὶ ἀπό τινος ἐπιφανοῦς ἱεροῦ προσηγόρευσεν αὐτὴν Ἄδρανον.
これらのことが行われている間に、シケリアでは、ディオニュシオスがエトナ山のふもとに都市を建設し、ある有名な神殿にちなんでそこをアドラノンと名付けた。
§14.37.6κατὰ δὲ τὴν Μακεδονίαν Ἀρχέλαος ὁ βασιλεὺς ἔν τινι κυνηγίῳ πληγεὶς ἀκουσίως ὑπὸ Κρατεροῦ τοῦ ἐρωμένου τὸν βίον μετήλλαξε, βασιλεύσας ἔτη ἑπτά·
一方マケドニアでは、アルケラオス王が、ある狩猟の際、愛人であったクラテロスによって誤って撃たれて世を去った。 彼は七年間統治した。
τὴν δʼ ἀρχὴν διεδέξατο Ὀρέστης παῖς ὤν, ὃν ἀνελὼν Ἀέροπος ἐπίτροπος ὢν κατέσχε τὴν βασιλείαν ἔτη ἕξ.
そして子供であったオレステスが王位を継承したが、後見人であったアエロポスが彼を殺害し、六年間王位を保持した。
§14.37.7Ἀθήνησι δὲ Σωκράτης ὁ φιλόσοφος ὑπʼ Ἀνύτου καὶ Μελήτου κατηγορηθεὶς ἐπʼ ἀσεβείᾳ καὶ φθορᾷ τῶν νέων, θανάτῳ κατεδικάσθη καὶ πιὼν κώνειον ἐτελεύτησεν.
またアテナイでは、哲学者ソクラテスが、アニュトスとメレトスによって不敬神と若者の腐敗の容疑で告発され、死刑を宣告されて、毒ニンジンを飲んで世を去った。
ἀδίκου δὲ τῆς κατηγορίας γεγενημένης ὁ δῆμος μετεμελήθη, τηλικοῦτον ἄνδρα θεωρῶν ἀνῃρημένον·
しかし、告発が不当なものであったため、民衆はあれほど偉大な人物が失われたことを見て後悔した。
διόπερ τοὺς κατηγορήσαντας διʼ ὀργῆς εἶχε καὶ τέλος ἀκρίτους ἀπέκτεινεν.
それゆえ、彼らは告発者たちに怒りを抱き、最後には裁判にかけずに処刑した。