Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.32.1-14.32.6

色拉西布洛斯占领菲莱与三十人僭主围攻失败

第 326 段,共 723 段 · 希腊语

内容简介

在雅典三十人僭主的持续专制下,被流放的色拉西布洛斯占领菲莱并展开抵抗。三十人僭主企图包围菲莱,却因恶劣天气和阵营恐慌而撤退,随后他们加强对市民的压迫并向斯巴达求援。

§14.32.1οἱ δʼ ἐν ταῖς Ἀθήναις δυναστεύοντες τριάκοντα τύραννοι καθʼ ἡμέραν οὐκ ἐπαύοντο τοὺς μὲν φυγαδεύοντες, τοὺς δὲ ἀναιροῦντες.
\n在雅典掌权的三十人僭主,每天不停地放逐一些人,杀害另一些人。
τῶν δὲ Θηβαίων ἀγανακτούντων ἐπὶ τοῖς γινομένοις καὶ φιλοφρόνως τοὺς φυγάδας ὑποδεχομένων, Θρασύβουλος Στιριεὺς ὀνομαζόμενος, ὢν Ἀθηναῖος, ὑπὸ δὲ τῶν τριάκοντα πεφυγαδευμένος, συνεργούντων αὐτῷ λάθρᾳ τῶν Θηβαίων κατελάβετο τῆς Ἀττικῆς χωρίον ὀνομαζόμενον Φυλήν.
由于底比斯人对发生的事情感到愤慨,并热情地接待这些流亡者,一个名叫色拉西布洛斯的斯提里亚区人(他是雅典人,已被三十人放逐),在底比斯人的暗中协助下,占领了阿提卡一个叫作菲莱的地方。
ἦν δὲ τὸ φρούριον ὀχυρόν τε σφόδρα καὶ τῶν Ἀθηνῶν ἀπέχον σταδίους ἑκατόν, ὥστε πολλὰς ἀφορμὰς αὐτοῖς παρέχεσθαι πρὸς τὴν ἔφοδον.
该要塞非常坚固,距离雅典有一百斯塔迪翁,因此为他们的袭击提供了许多凭借。
§14.32.2οἱ δὲ τριάκοντα τύραννοι πυθόμενοι τὸ γεγονός, τὸ μὲν πρῶτον ἐξήγαγον ἐπʼ αὐτοὺς τὴν δύναμιν ὡς πολιορκήσοντες τὸ χωρίον· πλησίον δὲ τῆς Φυλῆς αὐτῶν στρατοπεδευόντων ἐπεγενήθη πολὺς νιφετός.
\n\n三十人僭主获悉此事后,起初率军出击,企图包围该地;但在他们在菲莱附近驻营时,降下了大雪。
§14.32.3καί τινων ἐπιχειρησάντων μετασκηνοῦν, οἱ πολλοὶ φεύγειν αὐτοὺς ὑπέλαβον καὶ πλησίον τινὰ πολεμίαν δύναμιν εἶναι· ἐμπεσόντος δὲ εἰς τὸ στρατόπεδον θορύβου τοῦ καλουμένου Πανικοῦ μετεστρατοπέδευσαν εἰς ἕτερον τόπον.
\n\n当有一些人企图移动帐篷时,大多数人误以为他们是在逃跑,且附近有敌军;阵营中因而陷入了所谓的“恐慌”混乱,他们便将营地转移到了别处。
§14.32.4οἱ δὲ τριάκοντα θεωροῦντες τοὺς πολίτας ἐν Ἀθήναις, ὅσοι μὴ μετεῖχον τῆς τῶν τρισχιλίων πολιτείας, μετεώρους ὄντας πρὸς τὴν κατάλυσιν τῆς δυναστείας, μετῴκισαν αὐτοὺς εἰς τὸν Πειραιᾶ, καὶ τοῖς ξενικοῖς ὅπλοις διακατεῖχον τὴν πόλιν· Ἐλευσινίους δὲ καὶ Σαλαμινίους αἰτιασάμενοι τὰ τῶν φυγάδων φρονεῖν, ἅπαντας ἀνεῖλον.
\n\n三十人看到在雅典未参与“三千人公民政权”的市民,因渴望推翻他们的统治而人心浮动,便将他们迁往比雷埃夫斯,并用外国武力牢牢控制了城市;他们又指控埃莱夫西斯人和萨拉米斯人同情流亡者,将他们全部杀害。
§14.32.5τούτων δὲ πραττομένων πολλοὶ τῶν φυγάδων συνέρρεον πρὸς τοὺς περὶ Θρασύβουλον φανερῶς μὲν περί τινων αἰχμαλώτων διαλεξόμενοι, λάθρᾳ δὲ συμβουλεύειν αὐτῷ διαλῦσαι τὸ συνεστηκὸς φυγαδικὸν καὶ μεθʼ ἑαυτῶν τῆς πόλεως δυναστεύειν ἀντὶ Θηραμένους προσαιρεθέντα, λαβεῖν δʼ ἐξουσίαν δέκα τῶν φυγάδων οὓς ἂν προαιρῆται κατάγειν εἰς τὴν πατρίδα.
\n\n在这些事情进行期间,许多流亡者聚集到色拉西布洛斯周围。 [与此同时,三十人派来的使者们]表面上是为了商讨某些俘虏的事,暗地里却劝他解散已经聚集的流亡者队伍,并作为接替塞拉门尼斯的人选与他们共同统治城市,同时允许他获得召回他所选择的十名流亡者返回祖国的权力。
§14.32.6ὁ μὲν Θρασύβουλος ἔφησε προκρίνειν τὴν ἑαυτοῦ φυγὴν τῆς τῶν τριάκοντα δυναστείας, καὶ τὸν πόλεμον οὐ καταλύσειν, εἰ μὴ πάντες οἱ πολῖται κατέλθωσι καὶ τὴν πάτριον πολιτείαν ὁ δῆμος ἀπολάβῃ.
\n\n色拉西布洛斯表示,他宁愿自己流亡,也不愿接受三十人的统治,而且除非所有市民都归国、人民重新夺回祖传的政体,否则他绝不终止战争。
οἱ δὲ τριάκοντα θεωροῦντες πολλοὺς μὲν ἀφʼ ἑαυτῶν ἀφισταμένους διὰ τὸ μῖσος, τοὺς δὲ φυγάδας ἀεὶ πλείους γινομένους, ἀπέστειλαν εἰς Σπάρτην πρέσβεις περὶ βοηθείας, αὐτοὶ δʼ ὅσους ἠδύναντο πλείστους ἀθροίσαντες ἐν ὑπαίθρῳ περιεστρατοπέδευσαν περὶ τὰς ὀνομαζομένας Ἀχαρνάς.
而三十人看到许多人因憎恨而背叛他们,且流亡者人数不断增加,便派使者去斯巴达寻求援助,而他们自己则尽其所能召集了尽可能多的人,在被称为阿哈尔奈的地方周围的露天地带扎营。

词汇与语法注释

  1. 14.32.1συνεργούντων αὐτῷ λάθρᾳ τῶν Θηβαίων — 属格独立分词结构。用以说明底比斯人“暗中协助”主句主语色拉西布洛斯(Θρασύβουλος)行动的背景状况,反映了当时底比斯支持雅典民主派流亡者的政治背景。
  2. 14.32.5Θρασύβουλον φανερῶς — 文本中存在不自然的空白(脱文),漏掉了表示“三十人派来使者”的主句要素。然而,从接下来的未来分词 `διαλεξόμενοι`(为了谈判)的复数主格形式以及现在不定式 `συμβουλεύειν` 的内容来看,显而易见其语境是三十人的使者向色拉西布洛斯提出妥协方案,因此译文中适当补充了这一缺失的主语和动词意义。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.32.1-14.32.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.32.1-14.32.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。