§14.31.1κἀκεῖθεν εἰς Κοτύωρα πόλιν παρεγενήθησαν Ἑλληνίδα, Σινωπέων ἄποικον.
他们从那里抵达了科蒂奥拉,这是一座希腊城市,也是西诺普人的殖民地。
ἐν ταύτῃ δὲ πεντήκονθʼ ἡμέρας διέτριψαν τοὺς περιοίκους τῆς Παφλαγονίας τε καὶ τοὺς ἄλλους βαρβάρους λῃστεύοντες.
他们在这座城市里停留了五十天,掠夺帕夫拉戈尼亚的周边居民和其他异民族。
Ἡρακλεῶται δὲ καὶ Σινωπεῖς ἀπέστειλαν αὐτοῖς πλοῖα, διʼ ὧν αὐτοί τε καὶ τὰ σκευοφόρα διεκομίσθησαν.
赫拉克利亚人和西诺普人给他们送来了船只,通过这些船只,他们自己和行李都得以运送。
§14.31.2ἡ δὲ Σινώπη Μιλησίων μὲν ἦν ἄποικος, κειμένη δʼ ἐν τῇ Παφλαγονίᾳ μέγιστον εἶχεν ἀξίωμα τῶν περὶ τοὺς τόπους· ἐν ᾗ δὴ καθʼ ἡμᾶς ἔσχε Μιθριδάτης ὁ πρὸς Ῥωμαίους διαπολεμήσας τὰ μέγιστα βασίλεια.
西诺普是米利都人的殖民地,位于帕夫拉戈尼亚,在该地区的所有地方中享有最高的声望;正是在这座城市里,在我们的时代,与罗马人作战的米特里达梯拥有他最大的王宫。
§14.31.3παρεγενήθη δὲ καὶ ἐνταῦθα Χειρίσοφος ὁ πρὸς τὰς τριήρεις ἀπεσταλμένος ἄπρακτος.
被派去获取三段舵船的切里索福斯也回到了这里,但一事无成。
οὐ μὴν ἀλλʼ οἱ Σινωπεῖς φιλοφρόνως αὐτοὺς ξενίσαντες ἀπέπεμψαν αὐτοὺς κατὰ θάλατταν εἰς Ἡράκλειαν, Μεγαρέων ἄποικον· καὶ καθωρμίσθη πᾶς ὁ στόλος πρὸς τὴν Ἀχερουσίαν χερρόνησον, ὅπου φασὶν Ἡρακλέα τὸν ἐξ ᾅδου Κέρβερον ἀναγαγεῖν.
然而,西诺普人热情地款待了他们,并由海路将他们送往麦加拉人的殖民地赫拉克利亚;整个舰队在阿刻戎半岛靠岸,据传赫拉克勒斯曾在此处将刻耳杯洛斯从冥界带出。
§14.31.4ἐκεῖθεν δὲ πεζῇ διὰ Βιθυνίας πορευόμενοι κινδύνοις περιέπιπτον, τῶν ἐγχωρίων ἐξαπτομένων κατὰ τὴν πορείαν.
从那里他们步行穿过比提尼亚,在行军过程中由于当地人的袭击而陷入危险。
μόγις οὖν διεσώθησαν εἰς Χρυσόπολιν τῆς Χαλκηδονίασοἱ περιλειφθέντες ἀπὸ μυρίων ὀκτακισχίλιοι τριακόσιοι.
最终,原来的一万人中仅存的八千三百人,好不容易才安全抵达迦克墩领地的克律索波利斯。
§14.31.5ἐκεῖθεν δὲ ῥᾳδίως ἤδη τὸ λοιπὸν τινὲς μὲν διεσώθησαν εἰς τὰς πατρίδας, οἱ δὲ λοιποὶ περὶ τὴν Χερρόνησον ἀθροισθέντες ἐπόρθουν τὴν παρακειμένην Θρᾳκῶν χώραν.
从那里开始,接下来的旅程变得容易了,有些人安全回到了自己的祖国,而其余的人则聚集在色雷斯赫尔松尼斯一带,掠夺相邻的色雷斯人的土地。
ἡ μὲν οὖν ἐπʼ Ἀρταξέρξην Κύρου στρατεία τοιοῦτον ἔσχε τὸ τέλος.
至此,库鲁斯反抗阿尔塔薛西斯的远征便落下了这样的帷幕。