§14.32.1οἱ δʼ ἐν ταῖς Ἀθήναις δυναστεύοντες τριάκοντα τύραννοι καθʼ ἡμέραν οὐκ ἐπαύοντο τοὺς μὲν φυγαδεύοντες, τοὺς δὲ ἀναιροῦντες.
\nアテナイで支配権を握る三十人僭主たちは、連日、ある者たちを追放し、ある者たちを殺害することをやめなかった。
τῶν δὲ Θηβαίων ἀγανακτούντων ἐπὶ τοῖς γινομένοις καὶ φιλοφρόνως τοὺς φυγάδας ὑποδεχομένων, Θρασύβουλος Στιριεὺς ὀνομαζόμενος, ὢν Ἀθηναῖος, ὑπὸ δὲ τῶν τριάκοντα πεφυγαδευμένος, συνεργούντων αὐτῷ λάθρᾳ τῶν Θηβαίων κατελάβετο τῆς Ἀττικῆς χωρίον ὀνομαζόμενον Φυλήν.
テーバイ人たちが起きていく事態に憤慨し、追放された者たちを親切に迎え入れていたところ、スティリア区出身と呼ばれるアテナイ人で、三十人によって追放されていたトラシュブロスが、テーバイ人たちの密かな協力のもと、アッティカのピュレと呼ばれる地を占拠した。
ἦν δὲ τὸ φρούριον ὀχυρόν τε σφόδρα καὶ τῶν Ἀθηνῶν ἀπέχον σταδίους ἑκατόν, ὥστε πολλὰς ἀφορμὰς αὐτοῖς παρέχεσθαι πρὸς τὴν ἔφοδον.
この砦は非常に堅固であり、アテナイから百スタディオン離れていたため、彼らに襲撃のための多くの足がかりを提供することになった。
§14.32.2οἱ δὲ τριάκοντα τύραννοι πυθόμενοι τὸ γεγονός, τὸ μὲν πρῶτον ἐξήγαγον ἐπʼ αὐτοὺς τὴν δύναμιν ὡς πολιορκήσοντες τὸ χωρίον·
\n\n三十人僭主たちは起こったことを知ると、最初は、その場所を包囲攻撃するつもりで彼らに対して軍を率いて出撃した。
πλησίον δὲ τῆς Φυλῆς αὐτῶν στρατοπεδευόντων ἐπεγενήθη πολὺς νιφετός.
しかし彼らがピュレの近くに陣を張っていると、激しい降雪が起こった。
§14.32.3καί τινων ἐπιχειρησάντων μετασκηνοῦν, οἱ πολλοὶ φεύγειν αὐτοὺς ὑπέλαβον καὶ πλησίον τινὰ πολεμίαν δύναμιν εἶναι·
\n\nそして、数人の者が天幕を移動させようとしたとき、多くの者は彼らが逃亡しているのだ、また近くに敵の軍勢がいるのだと思い込んだ。
ἐμπεσόντος δὲ εἰς τὸ στρατόπεδον θορύβου τοῦ καλουμένου Πανικοῦ μετεστρατοπέδευσαν εἰς ἕτερον τόπον.
こうして陣営の中に「パニック」と呼ばれる混乱が生じたため、彼らは別の場所へと陣を移した。
§14.32.4οἱ δὲ τριάκοντα θεωροῦντες τοὺς πολίτας ἐν Ἀθήναις, ὅσοι μὴ μετεῖχον τῆς τῶν τρισχιλίων πολιτείας, μετεώρους ὄντας πρὸς τὴν κατάλυσιν τῆς δυναστείας, μετῴκισαν αὐτοὺς εἰς τὸν Πειραιᾶ, καὶ τοῖς ξενικοῖς ὅπλοις διακατεῖχον τὴν πόλιν·
\n\n一方、三十人たちは、三千人の市民団に加わっていないアテナイの市民たちが、自分たちの支配の打倒に向けて動揺しているのを見て、彼らをペイライエウスへと移住させ、外国人の武器によって市内を抑え込んだ。
Ἐλευσινίους δὲ καὶ Σαλαμινίους αἰτιασάμενοι τὰ τῶν φυγάδων φρονεῖν, ἅπαντας ἀνεῖλον.
さらに、エレウシスとサラミスの人々が追放者たちに同調していると難癖をつけて、全員を殺害した。
§14.32.5τούτων δὲ πραττομένων πολλοὶ τῶν φυγάδων συνέρρεον πρὸς τοὺς περὶ Θρασύβουλον φανερῶς μὲν περί τινων αἰχμαλώτων διαλεξόμενοι, λάθρᾳ δὲ συμβουλεύειν αὐτῷ διαλῦσαι τὸ συνεστηκὸς φυγαδικὸν καὶ μεθʼ ἑαυτῶν τῆς πόλεως δυναστεύειν ἀντὶ Θηραμένους προσαιρεθέντα, λαβεῖν δʼ ἐξουσίαν δέκα τῶν φυγάδων οὓς ἂν προαιρῆται κατάγειν εἰς τὴν πατρίδα.
\n\nこれらのことが行われている間、多くの追放者がトラシュブロスの周囲に集まった。 [一方、三十人から送られた使者たちは]表向きはある捕虜について話し合うためにやって来たが、裏では彼に対し、結成された追放者の集まりを解散して、テラメネスの代わりに選ばれた者として自分たちとともに都市を支配すること、そして自分が望む十人の追放者を祖国に帰還させる権限を得ることを勧めていた。
§14.32.6ὁ μὲν Θρασύβουλος ἔφησε προκρίνειν τὴν ἑαυτοῦ φυγὴν τῆς τῶν τριάκοντα δυναστείας, καὶ τὸν πόλεμον οὐ καταλύσειν, εἰ μὴ πάντες οἱ πολῖται κατέλθωσι καὶ τὴν πάτριον πολιτείαν ὁ δῆμος ἀπολάβῃ.
\n\nトラシュブロスは、自分自身の追放状態のほうが三十人の支配よりも好ましいと述べ、すべての市民が帰還し、民衆が祖先伝来の国制を取り戻さない限り、戦争をやめるつもりはないと答えた。
οἱ δὲ τριάκοντα θεωροῦντες πολλοὺς μὲν ἀφʼ ἑαυτῶν ἀφισταμένους διὰ τὸ μῖσος, τοὺς δὲ φυγάδας ἀεὶ πλείους γινομένους, ἀπέστειλαν εἰς Σπάρτην πρέσβεις περὶ βοηθείας, αὐτοὶ δʼ ὅσους ἠδύναντο πλείστους ἀθροίσαντες ἐν ὑπαίθρῳ περιεστρατοπέδευσαν περὶ τὰς ὀνομαζομένας Ἀχαρνάς.
一方、三十人たちは、多くの人々が憎しみのために自分たちから離反し、追放者たちが常に増え続けているのを見て、スパルタへ援助を求める使節を派遣し、自らはできるだけ多くの兵を集めて、アカルナイと呼ばれる地域の周辺の野外に陣を張った。