§14.32.1οἱ δʼ ἐν ταῖς Ἀθήναις δυναστεύοντες τριάκοντα τύραννοι καθʼ ἡμέραν οὐκ ἐπαύοντο τοὺς μὲν φυγαδεύοντες, τοὺς δὲ ἀναιροῦντες.
\nThe Thirty Tyrants, who held power in Athens, did not cease day by day from exiling some and putting others to death.
τῶν δὲ Θηβαίων ἀγανακτούντων ἐπὶ τοῖς γινομένοις καὶ φιλοφρόνως τοὺς φυγάδας ὑποδεχομένων, Θρασύβουλος Στιριεὺς ὀνομαζόμενος, ὢν Ἀθηναῖος, ὑπὸ δὲ τῶν τριάκοντα πεφυγαδευμένος, συνεργούντων αὐτῷ λάθρᾳ τῶν Θηβαίων κατελάβετο τῆς Ἀττικῆς χωρίον ὀνομαζόμενον Φυλήν.
And while the Thebans were indignant at what was taking place and were hospitably receiving the exiles, Thrasybulus, called the Stirian, who was an Athenian and had been exiled by the Thirty, with the secret cooperation of the Thebans, seized a place in Attica called Phyle.
ἦν δὲ τὸ φρούριον ὀχυρόν τε σφόδρα καὶ τῶν Ἀθηνῶν ἀπέχον σταδίους ἑκατόν, ὥστε πολλὰς ἀφορμὰς αὐτοῖς παρέχεσθαι πρὸς τὴν ἔφοδον. §14.32.2οἱ δὲ τριάκοντα τύραννοι πυθόμενοι τὸ γεγονός, τὸ μὲν πρῶτον ἐξήγαγον ἐπʼ αὐτοὺς τὴν δύναμιν ὡς πολιορκήσοντες τὸ χωρίον· πλησίον δὲ τῆς Φυλῆς αὐτῶν στρατοπεδευόντων ἐπεγενήθη πολὺς νιφετός. §14.32.3καί τινων ἐπιχειρησάντων μετασκηνοῦν, οἱ πολλοὶ φεύγειν αὐτοὺς ὑπέλαβον καὶ πλησίον τινὰ πολεμίαν δύναμιν εἶναι· ἐμπεσόντος δὲ εἰς τὸ στρατόπεδον θορύβου τοῦ καλουμένου Πανικοῦ μετεστρατοπέδευσαν εἰς ἕτερον τόπον. §14.32.4οἱ δὲ τριάκοντα θεωροῦντες τοὺς πολίτας ἐν Ἀθήναις, ὅσοι μὴ μετεῖχον τῆς τῶν τρισχιλίων πολιτείας, μετεώρους ὄντας πρὸς τὴν κατάλυσιν τῆς δυναστείας, μετῴκισαν αὐτοὺς εἰς τὸν Πειραιᾶ, καὶ τοῖς ξενικοῖς ὅπλοις διακατεῖχον τὴν πόλιν· Ἐλευσινίους δὲ καὶ Σαλαμινίους αἰτιασάμενοι τὰ τῶν φυγάδων φρονεῖν, ἅπαντας ἀνεῖλον. §14.32.5τούτων δὲ πραττομένων πολλοὶ τῶν φυγάδων συνέρρεον πρὸς τοὺς περὶ Θρασύβουλον φανερῶς μὲν περί τινων αἰχμαλώτων διαλεξόμενοι, λάθρᾳ δὲ συμβουλεύειν αὐτῷ διαλῦσαι τὸ συνεστηκὸς φυγαδικὸν καὶ μεθʼ ἑαυτῶν τῆς πόλεως δυναστεύειν ἀντὶ Θηραμένους προσαιρεθέντα, λαβεῖν δʼ ἐξουσίαν δέκα τῶν φυγάδων οὓς ἂν προαιρῆται κατάγειν εἰς τὴν πατρίδα. §14.32.6ὁ μὲν Θρασύβουλος ἔφησε προκρίνειν τὴν ἑαυτοῦ φυγὴν τῆς τῶν τριάκοντα δυναστείας, καὶ τὸν πόλεμον οὐ καταλύσειν, εἰ μὴ πάντες οἱ πολῖται κατέλθωσι καὶ τὴν πάτριον πολιτείαν ὁ δῆμος ἀπολάβῃ.
This fortress was extremely strong and was a hundred stades distant from Athens, so that it provided them with many starting-points for their attack.\n\nAnd the Thirty Tyrants, when they learned of what had happened, at first led out their force against them, intending to besiege the place; but while they were encamped near Phyle, a heavy snowfall came upon them.\n\nAnd when some individuals attempted to move their tents, the majority suspected that they were fleeing and that some enemy force was nearby; and when a so-called Panic terror fell upon the camp, they shifted their camp to another place.\n\nAnd the Thirty, seeing that those citizens in Athens who did not share in the government of the Three Thousand were highly excited for the overthrow of their rule, relocated them to Peiraeus and held the city under control with foreign arms; and accusing the inhabitants of Eleusis and Salamis of favoring the cause of the exiles, they put them all to death.\n\nWhile these things were going on, many of the exiles flocked to Thrasybulus. [Meanwhile, messengers sent from the Thirty came,] ostensibly to discuss certain prisoners, but secretly to advise him to disband the body of exiles that had gathered and to share the rule of the city with them, having been chosen in place of Theramenes, and to receive the authority to restore to their homeland ten of the exiles whomsoever he might choose.\n\nThrasybulus said that he preferred his own exile to the rule of the Thirty, and that he would not end the war unless all the citizens should return and the people should recover their ancestral constitution.
οἱ δὲ τριάκοντα θεωροῦντες πολλοὺς μὲν ἀφʼ ἑαυτῶν ἀφισταμένους διὰ τὸ μῖσος, τοὺς δὲ φυγάδας ἀεὶ πλείους γινομένους, ἀπέστειλαν εἰς Σπάρτην πρέσβεις περὶ βοηθείας, αὐτοὶ δʼ ὅσους ἠδύναντο πλείστους ἀθροίσαντες ἐν ὑπαίθρῳ περιεστρατοπέδευσαν περὶ τὰς ὀνομαζομένας Ἀχαρνάς.
And the Thirty, seeing that many were revolting from them because of the hatred they inspired, while the exiles were constantly increasing in number, dispatched ambassadors to Sparta to ask for aid, while they themselves, having gathered as many men as they could, encamped in the open country around the place called Acharnae.