Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.30.1-14.30.7

有毒蜂蜜致病与进军特拉佩祖斯

第 324 段,共 723 段 · 希腊语

内容简介

希腊士兵在科尔基斯因食用蜂蜜而暂时出现奇异的中毒症状,但随后康复,途径希腊城市特拉佩祖斯和克拉苏斯,并穿过了野蛮的莫叙诺伊科伊人的土地。

§14.30.1εὑρίσκετο δὲ καὶ σμήνη παμπληθῆ περὶ τοὺς τόπους, ἐξ ὧν πολυτελῆ προσεφέρετο κηρία.
在那些地区还发现了极多的蜂群,并从中采集了丰富的蜂巢。
τούτων δʼ οἱ γευσάμενοι παραλόγῳ περιέπιπτον συμπτώματι· οἱ γὰρ μεταλαβόντες αὐτῶν ἄφρονες ἐγίνοντο καὶ πίπτοντες ἐπὶ τὴν γῆν ὅμοιοι τοῖς τετελευτηκόσιν ὑπῆρχον.
但品尝了这些蜂巢的人都陷入了意想不到的症状之中;因为分食了它们的人都变得丧失理智,倒在地上,就像死去的人一样。
§14.30.2πολλῶν δὲ φαγόντων διὰ τὴν γλυκύτητα τῆς ἀπολαύσεως, ταχὺ τὸ πλῆθος ἐγεγόνει τῶν πεπτωκότων οἱονεὶ τροπῆς ἐν πολέμῳ γεγενημένης.
由于许多人因其甘甜的美味而食用,倒下的人数迅速增加,就如同在战争中遭遇溃败一般。
ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἠθύμησεν ἡ δύναμις, καταπεπληγμένη τό τε παράδοξον καὶ τὸ πλῆθος τῶν ἠτυχηκότων· τῇ δʼ ὑστεραίᾳ περὶ τὴν αὐτὴν ὥραν ἅπαντες ἑαυτοὺς ἀνελάμβανον καὶ κατʼ ὀλίγον ἀνακτώμενοι τὸ φρονεῖν ἀνέστησαν, καὶ τὸ σῶμα διετέθησαν ὁμοίως τοῖς ἐκ φαρμακοποσίας διασωθεῖσιν.
因此,那一天军中士气低落,人们对这奇异的事态和遭遇不幸者的众多感到惊恐万分;但在第二天大约同一时刻,所有人都恢复了自我,并逐渐找回理智站立起来,身体状况就像那些从服毒中幸存下来的人一样。
§14.30.3ὡς δʼ ἀνέλαβον ἑαυτοὺς ἐν τρισὶν ἡμέραις, ἐπορεύθησαν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων μὲν ἄποικον, κειμένην δʼ ἐν τῇ Κόλχων χώρᾳ.
他们在三天内恢复过来后,便前往特拉佩祖斯,这是一座位于科尔基斯人土地上的希腊城市,也是西诺普人的殖民地。
ἐνταῦθα δὲ διατρίψαντες ἡμέρας τριάκοντα, παρὰ μὲν τοῖς ἐγχωρίοις λαμπρῶς ἐξενίσθησαν, αὐτοὶ δὲ τῷ τε Ἡρακλεῖ καὶ Διὶ σωτηρίῳ θυσίαν ἐποίησαν καὶ γυμνικὸν ἀγῶνα, καθʼ ὃν τόπον φασὶ προσπλεῦσαι τὴν Ἀργὼ καὶ τοὺς περὶ Ἰάσονα.
他们在此停留了三十天,受到了当地居民的热情款待,他们自己也向赫拉克勒斯和救主宙斯献祭,并在据传阿尔戈号及伊阿森一行人曾靠岸的地方举行了体育竞技会。
§14.30.4ἐκεῖθεν δὲ Χειρίσοφον μὲν τὸν ἀφηγούμενον ἀπέστειλαν εἰς Βυζάντιον ἐπὶ πλοῖα καὶ τριήρεις· ἔλεγε γὰρ εἶναι φίλος Ἀναξιβίῳ τῷ Βυζαντίων ναυάρχῳ.
从那里,他们派指挥官切里索福斯前往拜占庭,以获取船只和三段舵船;因为他说自己是拜占庭海军将领阿纳克西比乌斯的朋友。
τοῦτον μὲν οὖν ἐπὶ κέλητος ἐξέπεμψαν· λαβόντες δὲ τῶν ἐπικώπων δύο πλοιάρια παρὰ τῶν Τραπεζουντίων, ἐλῄστευον τοὺς περιοικοῦντας βαρβάρους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
因此,他们用一艘快速船送走了他;而他们自己从特拉佩祖斯人那里得到了两艘带有桨的小型船只,在陆地和海上对周围的异民族进行掠夺。
§14.30.5ἐφʼ ἡμέρας μὲν οὖν τριάκοντα περιέμειναν τὸν Χειρίσοφον· ὡς δʼ ἐκεῖνος ἐβράδυνεν, αἱ δὲ τροφαὶ τοῖς ἀνθρώποις ἐσπάνιζον, ἀνέζευξαν ἐκ Τραπεζοῦντος, καὶ τριταῖοι παρεγενήθησαν εἰς Κερασοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων ἄποικον.
他们等待了切里索福斯三十天;但由于他迟迟未归,且士兵们的粮食开始匮乏,他们便从特拉佩祖斯拔营,于第三天抵达了克拉苏斯,这是一座希腊城市,也是西诺普人的殖民地。
ἐν ταύτῃ δὲ ἡμέρας διατρίψαντές τινας παρεγενήθησαν εἰς τὸ τῶν Μοσυνοίκων ἔθνος.
在这座城市停留了几天后,他们来到了莫叙诺伊科伊人的部落。
§14.30.6τῶν δὲ βαρβάρων συστραφέντων ἐπʼ αὐτοὺς ἐκράτησαν μάχῃ καὶ πολλοὺς ἀνεῖλον.
当异民族聚集起来对抗他们时,他们在战斗中击败了对方并杀死了许多人。
συμφυγόντων δʼ εἴς τι χωρίον, ἐν ᾧ κατῴκουν ἑπτωρόφους ἔχοντες ξυλίνους πύργους, συνεχεῖς προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλαν.
当对方逃入一处建有七层木塔供其居住的要塞时,希腊人连续发起猛攻,并凭武力攻克了它。
ἦν δὲ τὸ χωρίον τοῦτο μητρόπολις τῶν ἄλλων ἐρυμάτων, ἐν ᾧ καὶ ὁ βασιλεὺς αὐτῶν κατῴκει τὸν ὑψηλότατον τόπον ἔχων.
这个地方是他们其他要塞的首府,他们的国王也居住于此,占据着最高处。
§14.30.7ἔθος δʼ ἔχει πάτριον μένειν ἐν αὐτῷ τὸν πάντα βίον, κἀκεῖθεν διαδιδόναι τοῖς ὄχλοις τὰ προστάγματα.
他的祖制是终生留在其中,并从那里向民众发布命令。
βαρβαρώτατον δʼ ἔφασαν οἱ στρατιῶται τοῦτο διεληλυθέναι τὸ ἔθνος, καὶ ταῖς μὲν γυναιξὶν αὐτοὺς πλησιάζειν ἁπάντων ὁρώντων, τοὺς δὲ παῖδας τῶν πλουσιωτάτων τρέφεσθαι καρύοις ἑφθοῖς, ἅπαντας δʼ ἐκ παιδὸς στίγμασι τόν τε νῶτον καὶ τὰ στήθη καταπεποικίλθαι.
士兵们说,这是他们所穿过的最野蛮的部落;因为他们当着众人的面与妇女亲近,最富有的人的孩子用煮熟的栗子喂养,并且他们所有人从小就在后背和胸部印上五彩斑斓的文身。
ταύτην μὲν οὖν τὴν χώραν ἐν ἡμέραις ὀκτὼ διεπορεύθησαν, τὴν δʼ ἐχομένην ἐν τρισίν, ἣν ἐκάλουν Τιβαρηνήν.
因此,他们在八天内穿过了这片土地,并在三天内穿过了与之相邻的、他们称为提巴雷尼人的土地。

词汇与语法注释

  1. 14.30.1τούτων — 该词为分词 `γευσάμενοι`(源自 `γεύομαι`,“品尝”)所支配的属格(宾格性属格),指代前句的蜂巢(`κηρία`)。
  2. 14.30.2τροπῆς ἐν πολέμῳ γεγενημένης — 由连词 `οἱονεὶ`(“仿佛”)引导的属格绝对结构,将大量因中毒而倒下的士兵状态比作战争中的溃败。
  3. 14.30.3ἄποικον — 该词为阴性宾格名词,作同位语,与分词 `κειμένην` 一起修饰前文的城市名 `Τραπεζοῦντα`(“特拉佩祖斯”,阴性名词宾格)。
  4. 14.30.4Χειρίσοφον μὲν ... λαβόντες δὲ — 由 `μὲν ... δὲ` 构成的本段主要对比结构。它将切里索福斯派往拜占庭(`Χειρίσοφον μὲν`)与留守士兵获取船只进行掠夺(`λαβόντες δὲ`)两件事进行对比。中间的 `τοῦτον μὲν οὖν` 则是针对前句的补充说明与过渡。
  5. 14.30.7βαρβαρώτατον δʼ ἔφασαν οἱ στρατιῶται τοῦτο διεληλυθέναι τὸ ἔθνος — 由动词 `ἔφασαν`(“他们说”)支配的宾格加不定式结构(间接引语)。不定式 `διεληλυθέναι`(`διέρχομαι`“通过”的完成时)的意义上主语是 `τοῦτο τὸ ἔθνος`(宾格),而 `βαρβαρώτατον`(“最野蛮的”,宾格)则是其谓语形容词。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.30.1-14.30.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.30.1-14.30.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。