§14.31.1κἀκεῖθεν εἰς Κοτύωρα πόλιν παρεγενήθησαν Ἑλληνίδα, Σινωπέων ἄποικον.
そしてそこから、ギリシア人の都市でありシノペ人の植民都市であるコテュオラに到着した。
ἐν ταύτῃ δὲ πεντήκονθʼ ἡμέρας διέτριψαν τοὺς περιοίκους τῆς Παφλαγονίας τε καὶ τοὺς ἄλλους βαρβάρους λῃστεύοντες.
この都市に五十日間滞在し、パフラゴニアの周辺住民やその他の異民族を略奪して過ごした。
Ἡρακλεῶται δὲ καὶ Σινωπεῖς ἀπέστειλαν αὐτοῖς πλοῖα, διʼ ὧν αὐτοί τε καὶ τὰ σκευοφόρα διεκομίσθησαν.
ヘラクレアの人々とシノペの人々が彼らに船を送り、それらの船によって彼ら自身と荷物が運ばれた。
§14.31.2ἡ δὲ Σινώπη Μιλησίων μὲν ἦν ἄποικος, κειμένη δʼ ἐν τῇ Παφλαγονίᾳ μέγιστον εἶχεν ἀξίωμα τῶν περὶ τοὺς τόπους·
シノペはミレトス人の植民都市であり、パフラゴニアに位置して、その地域一帯の都市の中で最大の威信を誇っていた。
ἐν ᾗ δὴ καθʼ ἡμᾶς ἔσχε Μιθριδάτης ὁ πρὸς Ῥωμαίους διαπολεμήσας τὰ μέγιστα βασίλεια.
まさにこの都市に、私たちの時代、ローマ人と戦い抜いたミトリダテスが最大の王宮を構えていたのである。
§14.31.3παρεγενήθη δὲ καὶ ἐνταῦθα Χειρίσοφος ὁ πρὸς τὰς τριήρεις ἀπεσταλμένος ἄπρακτος.
そこへ、三段櫂船を求めて派遣されていたケイリソポスも、目的を果たせずに戻ってきた。
οὐ μὴν ἀλλʼ οἱ Σινωπεῖς φιλοφρόνως αὐτοὺς ξενίσαντες ἀπέπεμψαν αὐτοὺς κατὰ θάλατταν εἰς Ἡράκλειαν, Μεγαρέων ἄποικον·
しかしながら、シノペの人々は彼らを親切にもてなした後に、海路でメガラ人の植民都市であるヘラクレアへと送り出した。
καὶ καθωρμίσθη πᾶς ὁ στόλος πρὸς τὴν Ἀχερουσίαν χερρόνησον, ὅπου φασὶν Ἡρακλέα τὸν ἐξ ᾅδου Κέρβερον ἀναγαγεῖν.
そして全艦隊が、ヘラクレスが冥界からケルベロスを連れ出したと言い伝えられているアケルーシア半島に停泊した。
§14.31.4ἐκεῖθεν δὲ πεζῇ διὰ Βιθυνίας πορευόμενοι κινδύνοις περιέπιπτον, τῶν ἐγχωρίων ἐξαπτομένων κατὰ τὴν πορείαν.
そこから陸路でビュティニアを通過して進んだが、道中、現地の人々が襲いかかってきたために幾度も危険に遭遇した。
μόγις οὖν διεσώθησαν εἰς Χρυσόπολιν τῆς Χαλκηδονίασοἱ περιλειφθέντες ἀπὸ μυρίων ὀκτακισχίλιοι τριακόσιοι.
こうして、かつての一万人のうち、生き残った八千三百人が、カルケドン領のクリュソポリスへと命からがら逃げ延びた。
§14.31.5ἐκεῖθεν δὲ ῥᾳδίως ἤδη τὸ λοιπὸν τινὲς μὲν διεσώθησαν εἰς τὰς πατρίδας, οἱ δὲ λοιποὶ περὶ τὴν Χερρόνησον ἀθροισθέντες ἐπόρθουν τὴν παρακειμένην Θρᾳκῶν χώραν.
そこから先はすでに容易であり、ある者たちは自分たちの祖国へと無事に帰還し、残りの者たちはケルソネソス半島の辺りに集結して、隣接するトラキア人の土地を略奪した。
ἡ μὲν οὖν ἐπʼ Ἀρταξέρξην Κύρου στρατεία τοιοῦτον ἔσχε τὸ τέλος.
かくして、アルタクセルクセスに対するキュロスの遠征は、このような結末を迎えた。