§14.30.1εὑρίσκετο δὲ καὶ σμήνη παμπληθῆ περὶ τοὺς τόπους, ἐξ ὧν πολυτελῆ προσεφέρετο κηρία.
また、その地域一帯には極めて多くの蜂の巣が見つかり、それらから豊富に蜂蜜が採取された。
τούτων δʼ οἱ γευσάμενοι παραλόγῳ περιέπιπτον συμπτώματι·
しかし、これらを口にした者たちは予期せぬ症状に見舞われた。
οἱ γὰρ μεταλαβόντες αὐτῶν ἄφρονες ἐγίνοντο καὶ πίπτοντες ἐπὶ τὴν γῆν ὅμοιοι τοῖς τετελευτηκόσιν ὑπῆρχον.
というのも、それを分け合って食べた者たちは正気を失い、地面に倒れて死人のようになったからである。
§14.30.2πολλῶν δὲ φαγόντων διὰ τὴν γλυκύτητα τῆς ἀπολαύσεως, ταχὺ τὸ πλῆθος ἐγεγόνει τῶν πεπτωκότων οἱονεὶ τροπῆς ἐν πολέμῳ γεγενημένης.
その味わいの甘さゆえに多くの者が食べたため、倒れた者の数は、まるで戦いにおける敗走が生じたかのように、またたく間に膨れ上がった。
ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἠθύμησεν ἡ δύναμις, καταπεπληγμένη τό τε παράδοξον καὶ τὸ πλῆθος τῶν ἠτυχηκότων·
そのため、その日は軍全体が、この奇妙な出来事と、災難に遭った者の多さに落胆し打ちひしがれた。
τῇ δʼ ὑστεραίᾳ περὶ τὴν αὐτὴν ὥραν ἅπαντες ἑαυτοὺς ἀνελάμβανον καὶ κατʼ ὀλίγον ἀνακτώμενοι τὸ φρονεῖν ἀνέστησαν, καὶ τὸ σῶμα διετέθησαν ὁμοίως τοῖς ἐκ φαρμακοποσίας διασωθεῖσιν.
しかし、翌日の同じ時刻になると、皆が自らを取り戻し、少しずつ正気を取り戻して立ち上がり、身体の調子も薬物中毒から回復した人々のようになった。
§14.30.3ὡς δʼ ἀνέλαβον ἑαυτοὺς ἐν τρισὶν ἡμέραις, ἐπορεύθησαν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων μὲν ἄποικον, κειμένην δʼ ἐν τῇ Κόλχων χώρᾳ.
三日間のうちに回復すると、彼らはコルキス人の地に位置するシノペ人の植民都市、ギリシア人の都市トラペズスへと進んだ。
ἐνταῦθα δὲ διατρίψαντες ἡμέρας τριάκοντα, παρὰ μὲν τοῖς ἐγχωρίοις λαμπρῶς ἐξενίσθησαν, αὐτοὶ δὲ τῷ τε Ἡρακλεῖ καὶ Διὶ σωτηρίῳ θυσίαν ἐποίησαν καὶ γυμνικὸν ἀγῶνα, καθʼ ὃν τόπον φασὶ προσπλεῦσαι τὴν Ἀργὼ καὶ τοὺς περὶ Ἰάσονα.
ここに三十日間のあいだ滞在し、現地の人々から手厚いもてなしを受ける一方、自らはヘラクレスと救い主ゼウスに犠牲を捧げ、体育競技の大会を開催した。 そこは、アルゴ号とイアソン一行が漂着したと言い伝えられている場所であった。
§14.30.4ἐκεῖθεν δὲ Χειρίσοφον μὲν τὸν ἀφηγούμενον ἀπέστειλαν εἰς Βυζάντιον ἐπὶ πλοῖα καὶ τριήρεις·
そこから、彼らは指揮官のひとりであるケイリソポスを、船や三段櫂船を求めてビュザンティオンへ派遣した。
ἔλεγε γὰρ εἶναι φίλος Ἀναξιβίῳ τῷ Βυζαντίων ναυάρχῳ.
彼がビュザンティオンの海軍提督アナクシビオスと友人であると語っていたからである。
τοῦτον μὲν οὖν ἐπὶ κέλητος ἐξέπεμψαν· λαβόντες δὲ τῶν ἐπικώπων δύο πλοιάρια παρὰ τῶν Τραπεζουντίων, ἐλῄστευον τοὺς περιοικοῦντας βαρβάρους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
そこで、彼を快速船で送り出したが、一方でトラペズス人から二隻の小型漕ぎ船を借り受けて、陸と海の両方から、周辺の異民族に対する略奪行為を行った。
§14.30.5ἐφʼ ἡμέρας μὲν οὖν τριάκοντα περιέμειναν τὸν Χειρίσοφον·
彼らは三十日間のあいだケイリソポスを待ち続けた。
ὡς δʼ ἐκεῖνος ἐβράδυνεν, αἱ δὲ τροφαὶ τοῖς ἀνθρώποις ἐσπάνιζον, ἀνέζευξαν ἐκ Τραπεζοῦντος, καὶ τριταῖοι παρεγενήθησαν εἰς Κερασοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων ἄποικον.
しかし、彼が遅れ、兵士たちの食糧が乏しくなってきたため、トラペズスから軍を移動させ、三日目にシノペ人の植民都市であるギリシア人の都市ケラススに到着した。
ἐν ταύτῃ δὲ ἡμέρας διατρίψαντές τινας παρεγενήθησαν εἰς τὸ τῶν Μοσυνοίκων ἔθνος.
この都市で数日間を過ごした後、モスュノイコイ人の部族の土地に到着した。
§14.30.6τῶν δὲ βαρβάρων συστραφέντων ἐπʼ αὐτοὺς ἐκράτησαν μάχῃ καὶ πολλοὺς ἀνεῖλον.
異民族たちが彼らに立ち向かうために集結したため、戦闘でこれを破り、多くを殺害した。
συμφυγόντων δʼ εἴς τι χωρίον, ἐν ᾧ κατῴκουν ἑπτωρόφους ἔχοντες ξυλίνους πύργους, συνεχεῖς προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλαν.
異民族たちが、七階建ての木造の塔を備えて居住していたある砦に逃げ込んだため、ギリシア人たちは連続して攻撃を仕掛け、力ずくでこれを占領した。
ἦν δὲ τὸ χωρίον τοῦτο μητρόπολις τῶν ἄλλων ἐρυμάτων, ἐν ᾧ καὶ ὁ βασιλεὺς αὐτῶν κατῴκει τὸν ὑψηλότατον τόπον ἔχων.
この場所は他の砦たちの中心であり、そこには彼らの王も、最も高い場所を占めて居住していた。
§14.30.7ἔθος δʼ ἔχει πάτριον μένειν ἐν αὐτῷ τὸν πάντα βίον, κἀκεῖθεν διαδιδόναι τοῖς ὄχλοις τὰ προστάγματα.
この王には、生涯をその中で過ごし、そこから群衆に命令を下すという先祖伝来の習わしがあった。
βαρβαρώτατον δʼ ἔφασαν οἱ στρατιῶται τοῦτο διεληλυθέναι τὸ ἔθνος, καὶ ταῖς μὲν γυναιξὶν αὐτοὺς πλησιάζειν ἁπάντων ὁρώντων, τοὺς δὲ παῖδας τῶν πλουσιωτάτων τρέφεσθαι καρύοις ἑφθοῖς, ἅπαντας δʼ ἐκ παιδὸς στίγμασι τόν τε νῶτον καὶ τὰ στήθη καταπεποικίλθαι.
兵士たちは、自分たちが通過した中でこの部族が最も野蛮であったと語っている。 彼らは皆の見ている前で女性と交わり、最も裕福な者たちの子どもは茹でた栗で育てられ、全員が子供の頃から背中と胸に刺青で色とりどりの模様を描き出されていた。
ταύτην μὲν οὖν τὴν χώραν ἐν ἡμέραις ὀκτὼ διεπορεύθησαν, τὴν δʼ ἐχομένην ἐν τρισίν, ἣν ἐκάλουν Τιβαρηνήν.
こうして、この土地を八日間で通過し、それに隣接するティバレノイ人の土地と呼ばれる地域を三日間で通過した。