Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.26.1-14.26.7

提萨斐尼的阴谋与希腊将领遭捕杀

第 320 段,共 723 段 · 希腊语

内容简介

伤愈的国王追击希腊人并达成了为期三天的休战协议;但受到国王重赏的提萨斐尼与阿里代奥斯勾结,企图消灭希腊人,并设下阴谋将希腊将领诱入帐篷予以逮捕和杀害。

§14.26.1ὁ δὲ βασιλεὺς βέλτιον ἔχων ἀπὸ τοῦ τραύματος, ὡς ἐπύθετο τὴν τῶν ἐναντίων ὑποχώρησιν, νομίσας αὐτοὺς φεύγειν, ὥρμησε μετὰ τῆς δυνάμεως κατὰ σπουδήν.
而国王的伤势有所好转,当他获悉对手退却,以为他们在逃跑,便率领军队急忙出发。
§14.26.2καταλαβὼν δʼ αὐτοὺς διὰ τὸ βραδέως ὁδοιπορεῖν, τότε μὲν ἤδη νυκτὸς οὔσης ἐγγὺς τὴν στρατοπεδείαν ἐποιήσατο, ἅμα δʼ ἡμέρᾳ διατασσόντων τῶν Ἑλλήνων τὸ στρατόπεδον εἰς μάχην, πέμψας τοὺς ἀγγέλους κατὰ μὲν τὸ παρὸν εἰς τρεῖς ἡμέρας ἀνοχὰς ἐποιήσατο·
由于希腊人行军缓慢,国王追上了他们,当时已是夜晚,他便在附近安营扎寨;但天一亮,当希腊人正将军队整顿成战斗队形时,他派遣使者,在目前达成了为期三天的休战。
§14.26.3ἐν δὲ ταύταις συνεφώνησαν, ὥστε αὐτὸν μὲν φιλίαν παρασχέσθαι τὴν χώραν καὶ τοὺς ἡγησομένους ἐπὶ θάλατταν δοῦναι καὶ τοῖς διεξιοῦσιν ἀγορὰν παρέχειν, τοὺς δὲ μετὰ Κλεάρχου μισθοφόρους καὶ τοὺς μετʼ Ἀριδαίου πάντας πορεύεσθαι διὰ τῆς χώρας μηδὲν ἀδίκημα ποιοῦντας.
在这三天期间,他们达成协议:国王将允许他们友好地通过其领土,提供前往海边的向导,并为通过者提供市场;而克里阿科斯麾下的雇佣军以及阿里代奥斯麾下的所有人,将在不进行任何不法行为的情况下通过该领土。
§14.26.4μετὰ δὲ ταῦθʼ οὗτοι μὲν περὶ τὰς ὁδοιπορίας ἐγίνοντο, τὴν δὲ δύναμιν ὁ βασιλεὺς ἀπήγαγεν εἰς Βαβυλῶνα.
此后,这些人便着手准备行军,而国王则率军返回巴比伦。
ἐκεῖ δὲ τῶν κατὰ τὴν μάχην ἀνδραγαθησάντων κατʼ ἀξίαν ἕκαστον τιμήσας ἔκρινε πάντων ἄριστον γεγενῆσθαι Τισσαφέρνην.
在巴比伦,国王根据功绩奖赏了每一位在战斗中表现勇敢的人,并判定提萨斐尼是所有人中最优秀的。
διὸ καὶ μεγάλαις αὐτὸν τιμήσας δωρεαῖς ἔδωκε τὴν ἑαυτοῦ θυγατέρα πρὸς συμβίωσιν, καὶ τὸ λοιπὸν διετέλει πιστότατον αὐτὸν ἔχων φίλον· ἔδωκε δʼ αὐτῷ καὶ τὴν ἡγεμονίαν ὧν Κῦρος ἐπὶ θαλάττης ἦρχε σατραπειῶν.
因此,他用重礼赏赐他,并将自己的女儿嫁给他为妻,此后一直视他为最忠实的朋友;国王还将库鲁斯在沿海地区统治的各省总督领的指挥权交给了他。
§14.26.5ὁ δὲ Τισσαφέρνης θεωρῶν τὸν βασιλέα διʼ ὀργῆς ἔχοντα τοὺς Ἕλληνας, ἐπηγγείλατʼ αὐτῷ ἅπαντας ἀνελεῖν, ἐὰν αὐτῷ μὲν δυνάμεις δῷ, πρὸς δὲ Ἀριδαῖον διαλλαγῇ· προδοθήσεσθαι γὰρ ὑπὸ τούτου τοὺς Ἕλληνας κατὰ τὴν ὁδοιπορίαν.
提萨斐尼看到国王对希腊人怀有怒意,便向他保证,如果国王给他军队并与阿里代奥斯和解,他将消灭所有的希腊人;因为他说,希腊人在行军中将被阿里代奥斯背叛。
ὁ δὲ βασιλεὺς ἀσμένως τοὺς λόγους δεξάμενος τούτῳ μὲν ἔδωκεν ἐξ ἁπάσης τῆς δυνάμεως ἐπιλέξαι τοὺς κρατίστους ὅσους προαιροῖτο.
国王欣然接受了这些话,允许他从全军中挑选任意数量的他所看中的最强壮的士兵。
§14.26.6ἄλλοις γε ἡγεμόσιν ἐλθεῖν καὶ κατὰ πρόσωπον ἀκοῦσαι τῶν λόγων.
……并促使其他指挥官也前来,当面听取这些话。
διόπερ οἵ τε στρατηγοὶ σχεδὸν ἅπαντες μετὰ Κλεάρχου καὶ τῶν λοχαγῶν ὡς εἴκοσι πρὸς Τισσαφέρνην ἦλθον· καὶ στρατιωτῶν δὲ πρὸς ἀγορὰν ἐλθεῖν βουλομένων ἠκολούθησαν ὡς διακόσιοι.
因此,几乎所有的将领都与克里阿科斯以及大约二十名百人队长一起前往提萨斐尼那里;此外,由于士兵们希望去市场,大约有两百人也跟随而去。
§14.26.7Τισσαφέρνης δὲ τοὺς μὲν στρατηγοὺς εἰς τὴν σκηνὴν ἐκάλεσεν, οἱ δὲ λοχαγοὶ πρὸς ταῖς θύραις διέτριβον.
提萨斐尼将将领们召入帐篷,而百人队长们则停留在门口。
καὶ μετʼ ὀλίγον ἐκ τῆς Τισσαφέρνους σκηνῆς ἀρθείσης φοινικίδος ὁ μὲν τοὺς στρατηγοὺς ἔνδον συνέλαβε, τοὺς δὲ λοχαγοὺς οἷς ἦν συντεταγμένον ἐπελθόντες ἀνεῖλον, ἄλλοι δὲ τοὺς ἐπὶ τὴν ἀγορὰν ἥκοντας τῶν στρατιωτῶν ἀνῄρουν· ἐξ ὧν εἷς φυγὼν εἰς τὴν ἰδίαν παρεμβολὴν ἐδήλωσε τὴν συμφοράν.
过了一会儿,当提萨斐尼的帐篷上升起一面红旗时,他便在内部逮捕了将领们,而那些接到命令的人则袭击并杀害了百人队长们,其他人则开始杀害来到市场的士兵们;其中一人逃回自己的营地,通报了这一灾难。

词汇与语法注释

  1. 14.26.3φιλίαν παρασχέσθαι τὴν χώραν — φιλίαν 不是名词 φιλία(友谊)的单数宾格,而是形容词 φίλιος(友好的)的阴性单数宾格,作为宾语 τὴν χώραν 的宾语补足语(谓语性形容词)。整句构成双宾格结构,表示“提供其领土作为友好的”。
  2. 14.26.6ἄλλοις γε ἡγεμόσιν — 抄本在该句开头(与前句交界处)存在残缺,导致此与格短语孤立。从上下文来看,前文省略或缺失了支配与格的及物动词(如“劝告”παρεκελεύσατο 或“命令”),该短语在语法上隶属于该动词。
  3. 14.26.7οἷς ἦν συντεταγμένον — οἷς ἦν συντεταγμένον 是无人称被动结构,意为“(被命令如此行的)那些人”。关系代词 οἷς 是表示行为主体的与格(或在“命令已下达给他们”中的与格),主句动词 ἀνεῖλον 的主语先行词(如 οὗτοι 等)被省略了。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.26.1-14.26.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.26.1-14.26.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。