§14.26.1ὁ δὲ βασιλεὺς βέλτιον ἔχων ἀπὸ τοῦ τραύματος, ὡς ἐπύθετο τὴν τῶν ἐναντίων ὑποχώρησιν, νομίσας αὐτοὺς φεύγειν, ὥρμησε μετὰ τῆς δυνάμεως κατὰ σπουδήν.
他方、王は傷から回復して体調が良くなると、敵の退却を知り、彼らが逃走していると考えて、大急ぎで軍勢を率いて出発した。
§14.26.2καταλαβὼν δʼ αὐτοὺς διὰ τὸ βραδέως ὁδοιπορεῖν, τότε μὲν ἤδη νυκτὸς οὔσης ἐγγὺς τὴν στρατοπεδείαν ἐποιήσατο, ἅμα δʼ ἡμέρᾳ διατασσόντων τῶν Ἑλλήνων τὸ στρατόπεδον εἰς μάχην, πέμψας τοὺς ἀγγέλους κατὰ μὲν τὸ παρὸν εἰς τρεῖς ἡμέρας ἀνοχὰς ἐποιήσατο·
彼らの行軍が遅かったために彼らに追いつくと、その時はすでに夜であったため、近くに宿営を設けた。 しかし夜が明けると同時に、ギリシア人たちが自らの陣営を戦闘態勢に整えている中で、王は使者を送り、差し当たり三日間の休戦協定を結んだ。
§14.26.3ἐν δὲ ταύταις συνεφώνησαν, ὥστε αὐτὸν μὲν φιλίαν παρασχέσθαι τὴν χώραν καὶ τοὺς ἡγησομένους ἐπὶ θάλατταν δοῦναι καὶ τοῖς διεξιοῦσιν ἀγορὰν παρέχειν, τοὺς δὲ μετὰ Κλεάρχου μισθοφόρους καὶ τοὺς μετʼ Ἀριδαίου πάντας πορεύεσθαι διὰ τῆς χώρας μηδὲν ἀδίκημα ποιοῦντας.
この三日間のうちに、彼らは次のように合意した。 王は自らの領土を友好的に通過させ、海への案内人を提供し、通過する者たちに市場を提供すること、他方、クレアルコス率いる傭兵たちおよびアリデオス率いる者たちは全員、いかなる不法行為も行うことなしにその領土を通行すること。
§14.26.4μετὰ δὲ ταῦθʼ οὗτοι μὲν περὶ τὰς ὁδοιπορίας ἐγίνοντο, τὴν δὲ δύναμιν ὁ βασιλεὺς ἀπήγαγεν εἰς Βαβυλῶνα.
この後、彼らは行軍の準備に取りかかり、王は自らの軍勢をバビロンへと撤収させた。
ἐκεῖ δὲ τῶν κατὰ τὴν μάχην ἀνδραγαθησάντων κατʼ ἀξίαν ἕκαστον τιμήσας ἔκρινε πάντων ἄριστον γεγενῆσθαι Τισσαφέρνην.
そこで王は、戦闘において勇敢に戦った者たちをそれぞれの功績に応じて表彰したのち、すべての者の中でティッサフェルネスが最も優秀であったと判断した。
διὸ καὶ μεγάλαις αὐτὸν τιμήσας δωρεαῖς ἔδωκε τὴν ἑαυτοῦ θυγατέρα πρὸς συμβίωσιν, καὶ τὸ λοιπὸν διετέλει πιστότατον αὐτὸν ἔχων φίλον·
それゆえ、彼を多大な贈り物で賞し、自らの娘を妻として与え、その後も彼を最も忠実な友とし続けた。
ἔδωκε δʼ αὐτῷ καὶ τὴν ἡγεμονίαν ὧν Κῦρος ἐπὶ θαλάττης ἦρχε σατραπειῶν.
また、キュロスが沿岸地方で支配していた総督領の統治権をも彼に与えた。
§14.26.5ὁ δὲ Τισσαφέρνης θεωρῶν τὸν βασιλέα διʼ ὀργῆς ἔχοντα τοὺς Ἕλληνας, ἐπηγγείλατʼ αὐτῷ ἅπαντας ἀνελεῖν, ἐὰν αὐτῷ μὲν δυνάμεις δῷ, πρὸς δὲ Ἀριδαῖον διαλλαγῇ·
ティッサフェルネスは、王がギリシア人たちに対して怒りを抱いているのを見て、もし自分に軍勢が与えられ、かつアリデオスと和解するならば、彼ら全員を抹殺することを王に約束した。
προδοθήσεσθαι γὰρ ὑπὸ τούτου τοὺς Ἕλληνας κατὰ τὴν ὁδοιπορίαν.
というのも、ギリシア人たちは行軍中、このアリデオスによって裏切られることになるだろうから、というのであった。
ὁ δὲ βασιλεὺς ἀσμένως τοὺς λόγους δεξάμενος τούτῳ μὲν ἔδωκεν ἐξ ἁπάσης τῆς δυνάμεως ἐπιλέξαι τοὺς κρατίστους ὅσους προαιροῖτο.
王は喜んでこの提案を受け入れ、彼に全軍の中から望む限りの最強の兵士たちを選び出す権利を与えた。
§14.26.6ἄλλοις γε ἡγεμόσιν ἐλθεῖν καὶ κατὰ πρόσωπον ἀκοῦσαι τῶν λόγων.
(…また、)他の指揮官たちもやって来て直接その提案を聞くようにと促した。
διόπερ οἵ τε στρατηγοὶ σχεδὸν ἅπαντες μετὰ Κλεάρχου καὶ τῶν λοχαγῶν ὡς εἴκοσι πρὸς Τισσαφέρνην ἦλθον·
それゆえ、クレアルコスをはじめとする将軍たちのほぼ全員が、約二十人の百人隊長たちとともにティッサフェルネスのもとへ赴いた。
καὶ στρατιωτῶν δὲ πρὸς ἀγορὰν ἐλθεῖν βουλομένων ἠκολούθησαν ὡς διακόσιοι.
また、市場に行くことを望んだ兵士たちも約二百人が随行した。
§14.26.7Τισσαφέρνης δὲ τοὺς μὲν στρατηγοὺς εἰς τὴν σκηνὴν ἐκάλεσεν, οἱ δὲ λοχαγοὶ πρὸς ταῖς θύραις διέτριβον.
ティッサフェルネスは将軍たちを幕舎の中に招き入れ、百人隊長たちは入口のあたりで待機していた。
καὶ μετʼ ὀλίγον ἐκ τῆς Τισσαφέρνους σκηνῆς ἀρθείσης φοινικίδος ὁ μὲν τοὺς στρατηγοὺς ἔνδον συνέλαβε, τοὺς δὲ λοχαγοὺς οἷς ἦν συντεταγμένον ἐπελθόντες ἀνεῖλον, ἄλλοι δὲ τοὺς ἐπὶ τὴν ἀγορὰν ἥκοντας τῶν στρατιωτῶν ἀνῄρουν·
そしてしばらくして、ティッサフェルネスの幕舎から赤い旗が掲げられると、彼は内部で将軍たちを捕らえ、百人隊長たちに対しては、あらかじめ命令されていた者たちが襲いかかって殺害した。 また、他の者たちは市場に来ていた兵士たちを殺害した。
ἐξ ὧν εἷς φυγὼν εἰς τὴν ἰδίαν παρεμβολὴν ἐδήλωσε τὴν συμφοράν.
彼らのうち一人が自らの陣営へと逃げ帰り、この災難を報告した。