Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.25.1-14.25.8

拒绝交出武器与撤往帕弗拉戈尼亚的决议

第 319 段,共 723 段 · 希腊语

内容简介

阿尔塔薛西斯的使者要求希腊人交出武器,但希腊将领们以各自的尊严拒绝了这一要求,并最终决定共同撤往帕弗拉戈尼亚。

§14.25.1ὁ δὲ Κλέαρχος ἀνακαλεσάμενος τούς τε στρατηγοὺς καὶ τοὺς ἐφʼ ἡγεμονίας τεταγμένους ἐβουλεύετο περὶ τῶν παρόντων.
而克里阿科斯召集了将领们以及被委任指挥权的人,就现状进行商议。
ὄντων δʼ αὐτῶν περὶ ταῦτα παρεγενήθησαν παρὰ τοῦ βασιλέως πρέσβεις, ὧν ἦν ἀρχιπρεσβευτὴς ἀνὴρ Ἕλλην, ὄνομα μὲν Φάλυνος, γένος δὲ Ζακύνθιος.
正当他们为此事商议时,国王那里的使者们抵达了,其中首席使者是一个希腊人,名叫法里努斯,是扎昆索斯人。
εἰσαχθέντες δʼ εἰς τὸ συνέδριον εἶπον, ὅτι λέγει ὁ βασιλεὺς Ἀρταξέρξης· Ἐπειδὴ νενίκηκα Κῦρον ἀποκτείνας, παράδοτε τὰ ὅπλα, καὶ πρὸς τὰς θύρας αὐτοῦ βαδίσαντες ζητεῖτε, πῶς ἂν αὐτὸν ἐκθεραπεύσαντες ἀγαθοῦ τινος μεταλάβητε.
他们被引入会议后说道:“国王阿尔塔薛西斯这样说:‘由于我已杀死了库鲁斯并取得胜利,你们应当缴出武器,前往他的宫廷,寻求如何通过向他效劳来获得某种恩惠。
§14.25.2ῥηθέντων δὲ τούτων ἀπόκρισιν ἔδωκεν ἕκαστος τῶν στρατηγῶν τοιαύτην οἵαν Λεωνίδης, καθʼ ὃν καιρὸν περὶ Θερμοπύλας αὐτοῦ φυλάττοντος τὰς παρόδους Ξέρξης ἀπέστειλεν ἀγγέλους, κελεύων τῶν ὅπλων παραχωρῆσαι.
’” 这些话说完后,每位将领都给出了如同列奥尼达所给出的那样的回答;当时列奥尼达在温泉关守卫通道,薛西斯派来使者,命令他交出武器。
§14.25.3καὶ γὰρ τότε Λεωνίδης εἶπεν ἀπαγγεῖλαι τῷ βασιλεῖ διότι νομίζομεν, κἂν φίλοι γενώμεθα τῷ Ξέρξῃ, μετὰ τῶν ὅπλων ὄντες ἀμείνους ἔσεσθαι σύμμαχοι, κἂν πολεμεῖν πρὸς αὐτὸν ἀναγκασθῶμεν, βέλτιον μετὰ τούτων ἀγωνιεῖσθαι.
因为当时列奥尼达也让使者转告国王:“我们认为,即使我们与薛西斯成为朋友,保有武器也会使我们成为更好的盟友;而如果我们被迫与他交战,保有武器也能让我们更好地战斗。
§14.25.4παραπλησίως δὲ καὶ τοῦ Κλεάρχου περὶ τούτων ἀποκριναμένου, Πρόξενος ὁ Θηβαῖος εἶπεν, ὅτι νῦν τὰ μὲν ἄλλα σχεδὸν ἀποβεβλήκαμεν, λέλειπται δʼ ἡμῖν ἥ τʼ ἀρετὴ καὶ τὰ ὅπλα.
” 克里阿科斯也作了类似的回答后,底比斯人普罗克塞诺斯说道:“如今我们几乎失去了其他一切,留给我们的只有勇气和武器。
νομίζομεν οὖν, ἂν μὲν ταῦτα φυλάττωμεν, χρησίμην ἡμῖν ἔσεσθαι καὶ τὴν ἀρετήν, ἂν δὲ παραδῶμεν, οὐδὲ ταύτην ἡμῖν ἔσεσθαι βοηθόν.
因此我们认为,如果我们保有这些,我们的勇气也会对我们有用;但如果我们交出它们,甚至连勇气也不会成为我们的帮助。
διόπερ ἐκέλευσε τῷ βασιλεῖ λέγειν, ὡς ἂν περὶ ἡμῶν κακόν τι βουλεύηται, διὰ τούτων πρὸς αὐτὸν διαγωνιούμεθα περὶ τῶν ἀγαθῶν τῶν ἐκείνου.
因此,他命令使者告诉国王,如果他对我们有什么恶意的企图,我们将凭借这些武器与他彻底战斗,争夺他的财产。
§14.25.5λέγεται δὲ καὶ Σώφιλον τὸν ἐφʼ ἡγεμονίας τεταγμένον εἰπεῖν, ὅτι θαυμάζει τοὺς παρὰ τοῦ βασιλέως λόγους·
” 据说被委任指挥权的索菲路斯也说道:“我对国王的话感到惊异。
εἰ μὲν γὰρ αὐτὸν δοκεῖ κρείσσονα τῶν Ἑλλήνων εἶναι, μετὰ τῆς δυνάμεως ἐλθὼν λαβέτω τὰ παρʼ ἡμῶν ὅπλα· εἰ δὲ πείσας βούλεται, λεγέτω, τίνα χάριν ἡμῖν ἀντὶ τούτων ἀξίαν δώσει.
因为如果他认为自己比希腊人更强大,就让他带着军队来拿走我们的武器;但如果他想通过说服来取得,就让他说出,他将给我们什么相称的报酬作为这些武器的交换。
§14.25.6μετὰ δὲ τούτους Σωκράτης Ἀχαιὸς εἶπεν, ὅτι λίαν αὐτοῖς ἐκπληκτικῶς ὁ βασιλεὺς προσφέρεται· ἃ μὲν γὰρ παρʼ ἡμῶν βούλεται λαβεῖν παραχρῆμʼ ἀπαιτεῖ, τὰ δʼ ἀντὶ τούτων δοθησόμενα μετὰ ταῦτʼ ἀξιοῦν προστάττει.
” 在他们之后,阿哈伊亚人索克拉特斯说道:“国王对我们的态度极其傲慢;因为他想从我们这里拿走的东西,他立即索要,而作为交换将给我们的东西,他却命令我们此后才去请求。
καθόλου δʼ εἰ μὲν ἀγνοῶν τοὺς νενικηκότας ὡς ἡττημένους κελεύει τὸ προσταττόμενον ποιεῖν, μαθέτω ποτέρων ἐστὶν ἡ νίκη παραγενηθεὶς μετὰ τῆς πολυαρίθμου δυνάμεως· εἰ δὲ σαφῶς ἡμᾶς εἰδὼς νενικηκότας ψεύδεται, πῶς αὐτῷ περὶ τῶν εἰς ὕστερον ἐπαγγελιῶν πιστεύσομεν;
总的来说,如果他在不了解情况的情况下,命令战胜者像战败者那样执行命令,就让他带着他的庞大军队亲自前来,看看到底哪一方获得了胜利;但如果他明知我们是战胜者却在撒谎,我们又怎能相信他关于未来的许诺呢?
§14.25.7—οἱ μὲν οὖν ἄγγελοι τοιαύτας ἀποκρίσεις λαβόντες ἐχωρίσθησαν· οἱ δὲ περὶ Κλέαρχον ἀνέζευξαν πρὸς τὸν σταθμόν, ὅπου τὸ διασεσωσμένον στρατόπεδον ἦν ἀνακεχωρηκός.
” 使者们得到了这样的回答后便离去了;而克里阿科斯及其部下则启程前往那处避难的军队已经撤退到的营地。
εἰς ταὐτὸ δὲ πάσης τῆς δυνάμεως ἐλθούσης, περὶ τῆς ἐπὶ θάλατταν καταβάσεως ἐβουλεύοντο κοινῇ καὶ περὶ τῆς πορείας.
当全军聚集在同一地点时,他们共同商议向海边撤退以及行军的路线。
§14.25.8ἔδοξεν οὖν αὐτοῖς μὴ τὴν αὐτὴν ἀναχώρησιν ᾗπερ ἦλθον ποιεῖσθαι· πολὺ γὰρ αὐτῆς ἦν ἔρημον, ἐν ᾧ τροφὰς οὐχ ὑπελάμβανον ἕξειν, δυνάμεως πολεμίας ἀκολουθούσης.
因此他们决定不按来时的原路撤退;因为那条路有很大一部分是荒漠,在有敌军追击的情况下,他们认为无法获得补给。
γνόντες δʼ ἐπὶ Παφλαγονίας ἀναζευγνύειν, οὗτοι μὲν ὥρμησαν ἐπὶ Παφλαγονίαν μετὰ τῆς δυνάμεως, κατὰ σχολὴν ὁδοιποροῦντες, ὡς ἂν ἅμα τὰς τροφὰς ποριζόμενοι·
由于决定向帕弗拉戈尼亚启程,他们便率领军队向帕弗拉戈尼亚进发,从容不迫地行进,以便能够同时获取补给。

词汇与语法注释

  1. §14.25.1ὄντων δʼ αὐτῶν — 属格绝对结构,其中 `ὄντων` 为现在分词,`αὐτῶν` 为其逻辑主语,在句中作时间状语,表示主句动作发生的背景。
  2. §14.25.3μετὰ τῶν ὅπλων ὄντες — 分词 `ὄντες` 采用主格(复数・阳性)。这是因为主句动词 `νομίζομεν`(“我们认为”)的主语与不定式结构(`ἔσεσθαι` 与 `ἀγωνιεῖσθαι`)的逻辑主语一致,从而使分词与主格主语保持一致。
  3. §14.25.4ὡς ἂν ... βουλεύηται — 连词 `ὡς` 引导作 `λέγειν` 宾语的名词性从句,在此从句中,`ἂν` 搭配虚拟语气 `βουλεύηται` 构成了表示将来可能发生的条件状语从句(“如果他企图作恶”)。
  4. §14.25.5εἰ μὲν γὰρ αὐτὸν δοκεῖ κρείσσονα τῶν Ἑλλήνων εἶναι — 动词 `δοκεῖ` 在此为主动人称用法,以国王为形式主语(意为“如果他自认为……”),而非无人称用法。宾格的 `αὐτόν` 作为不定式 `εἶναι` 的主语(宾格不定式结构),指代主句主语本身。
  5. §14.25.6τὰ δʼ ἀντὶ τούτων δοθησόμενα μετὰ ταῦτʼ ἀξιοῦν — 不定式 `ἀξιόω`(此处意为“请求”或“要求”)作为 `προστάττει`(“命令”)的宾语,与前句的限定动词 `ἀπαιτεῖ` 相对比,用以强调国王要求他们事后再去乞求补偿的无理要求。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.25.1-14.25.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.25.1-14.25.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。