§14.20.1ἐπεὶ δὲ διῆλθε Λυδίαν καὶ Φρυγίαν, ἔτι δὲ Καππαδοκίας τὰ συνορίζοντα, παρεγενήθη πρὸς τοὺς ὅρους τῆς Κιλικίας καὶ τὴν πρὸς ταῖς Κιλικίαις πύλαις εἰσβολήν·
当他穿过吕底亚和弗里吉亚,以及卡帕多西亚的邻近地区后,他抵达了基利家的边界以及通往“基利家之门”的隘口。
αὕτη δʼ ἐστὶ στενὴ καὶ παράκρημνος ἐπὶ σταδίους μὲν εἴκοσι παρατείνουσα, πλησίον δʼ αὐτῆς ἐστιν ἐξ ἀμφοτέρων καθʼ ὑπερβολὴν ὄρη μεγάλα καὶ δυσπρόσιτα·
这一隘口狭窄且险峻,延伸达二十斯塔德,其附近两侧皆是极高且难以攀登的雄山。
ἀπὸ δὲ τῶν ὀρῶν ἐξ ἑκατέρου μέρους τείχη κατατείνει μέχρι τῆς ὁδοῦ, καθʼ ἣν ἐνῳκοδόμηνται πύλαι.
从两侧的山脉有城墙一直延伸到道路上,在道路上建造了关门。
§14.20.2διεξαγαγὼν δὲ διὰ τούτων τὴν δύναμιν εἰσέβαλεν εἴς τι πεδίον τῶν κατὰ τὴν Ἀσίαν οὐδενὸς τῷ κάλλει λειπόμενον·
他率领军队通过这些地方,进入了一个在美丽程度上不亚于亚洲任何一处的平原。
διʼ οὗ πορευθεὶς εἰς Ταρσόν, μεγίστην τῶν ἐν Κιλικίᾳ πόλεων, ταχέως αὐτῆς ἐγκρατὴς ἐγένετο.
他穿过这片平原,前往基利家最大的城市塔尔苏斯,并迅速占领了该城。
Συέννεσις δʼ ὁ τῆς Κιλικίας δυναστεύων ὡς ἤκουσε τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως, εἰς ἀπορίαν πολλὴν ἐνέπιπτεν, οὐκ ὢν ἀξιόμαχος.
基利家的统治者塞内西斯听说敌军规模庞大,因无力迎战,陷入了极大的困惑中。
§14.20.3μεταπεμπομένου δʼ αὐτὸν Κύρου καὶ τὰ πιστὰ δόντος ἐπορεύθη πρὸς αὐτόν, καὶ τὴν ἀλήθειαν τοῦ πολέμου πυθόμενος ὡμολόγησε συμμαχήσειν ἐπὶ τὸν Ἀρταξέρξην, καὶ τὸν ἕνα τῶν υἱῶν τῷ Κύρῳ συνεξαπέστειλεν, αὐτῷ δοὺς τῶν Κιλίκων τοὺς ἱκανοὺς συστρατευσομένους·
随着库鲁斯召见他并给予安全保证,他便前往库鲁斯处,在得知战争的真相后,他同意结盟共同讨伐阿尔塔薛西斯,并派遣他的一个儿子与库鲁斯同行,同时交给他足够数量的基利家士兵一同参战。
πανοῦργος γὰρ ὢν τὴν φύσιν καὶ πρὸς τὸ τῆς τύχης ἄδηλον ἀρτισάμενος, τὸν ἕτερον τῶν υἱῶν ἐξέπεμψε λάθρᾳ πρὸς τὸν βασιλέα, δηλώσοντα καὶ τὰς δυνάμεις ἐπʼ ἐκεῖνον ἠθροισμένας καὶ διότι τῆς μὲν συμμαχίας διʼ ἀνάγκην τῷ Κύρῳ μετέχει, τῇ δʼ εὐνοίᾳ προσμένων, ἂν καιρὸς γένηται, καταλιπὼν ἐκεῖνον τῷ βασιλεῖ συστρατεύσεσθαι.
因为他天性狡黠,且做好了应对命运无常的准备,于是他暗中派遣另一个儿子去见国王,以禀报不仅军队已被动员起来对付他,而且他本人虽因局势所迫而加入库鲁斯的联盟,但其忠心依然归于国王,若有机会,他将背弃库鲁斯而与国王共同参战。
§14.20.4Κῦρος δʼ εἴκοσι μὲν ἡμέρας ἐν Ταρσῷ τὴν δύναμιν ἀνέλαβε·
库鲁斯在塔尔苏斯整顿军队二十天。
μετὰ δὲ ταῦτα ἀναζευγνύντος αὐτοῦ τὸ πλῆθος ὑπώπτευσε τὴν στρατείαν ἐπὶ τὸν Ἀρταξέρξην γίνεσθαι.
在此之后,当他准备拔营出发时,普通部众开始怀疑这次远征是针对阿尔塔薛西斯的。
ἀναλογιζόμενος δὲ ἕκαστος τὰ μήκη τῶν ὁδῶν καὶ τὰ πλήθη τῶν πολεμίων ἐθνῶν, διʼ ὧν ἀναγκαῖον ἦν τὴν πορείαν ποιεῖσθαι, τελέως ἠγωνία·
每个人一想到行军距离之长以及沿途必须经过的敌对民族数量之多,便陷入了极度的焦虑之中。
διαβεβόητο γὰρ ἡ μὲν ἕως Βάκτρων ὁδὸς οὖσα στρατοπέδῳ τετραμήνου, δύναμις δʼ ἠθροισμένη τῷ βασιλεῖπλείω τῶν τετταράκοντα μυριάδων.
因为当时有传言称,前往巴克特拉的道路对一支军队而言需要行军四个月,而为国王集结起来的军队多达四十万人以上。
§14.20.5διὸ δὴ περιδεεῖς ὄντες ἐκεῖνοι ἠγανάκτουν, καὶ τοὺς ἡγεμόνας διʼ ὀργῆς ἔχοντες ἐνεχείρησαν ἀναιρεῖν ὡς προδότας ἑαυτῶν ὄντας.
因此,他们极其恐惧和愤怒,对指挥官们怀着怨恨,企图杀死他们,认为他们是自己的叛徒。
τοῦ δὲ Κύρου δεομένου πάντων, καὶ διαβεβαιουμένου τὴν στρατιὰν ἀνάγειν οὐκ ἐπʼ Ἀρταξέρξην, ἀλλʼ ἐπί τινα σατράπην τῆς Συρίας, ἐπείσθησαν οἱ στρατιῶται, καὶ λαβόντες πλείω μισθὸν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς εὔνοιαν.
但是,在库鲁斯向所有人恳求,并保证自己率军不是去讨伐阿尔塔薛西斯,而是去讨伐叙利亚的一位萨特拉普(总督)后,士兵们被说服了,并在获得更多军饷后,恢复了最初的善意。