§14.20.1ἐπεὶ δὲ διῆλθε Λυδίαν καὶ Φρυγίαν, ἔτι δὲ Καππαδοκίας τὰ συνορίζοντα, παρεγενήθη πρὸς τοὺς ὅρους τῆς Κιλικίας καὶ τὴν πρὸς ταῖς Κιλικίαις πύλαις εἰσβολήν· αὕτη δʼ ἐστὶ στενὴ καὶ παράκρημνος ἐπὶ σταδίους μὲν εἴκοσι παρατείνουσα, πλησίον δʼ αὐτῆς ἐστιν ἐξ ἀμφοτέρων καθʼ ὑπερβολὴν ὄρη μεγάλα καὶ δυσπρόσιτα· ἀπὸ δὲ τῶν ὀρῶν ἐξ ἑκατέρου μέρους τείχη κατατείνει μέχρι τῆς ὁδοῦ, καθʼ ἣν ἐνῳκοδόμηνται πύλαι.
When he had passed through Lydia and Phrygia, and also the bordering parts of Cappadocia, he arrived at the borders of Cilicia and the pass leading to the Cilician Gates; this pass is narrow and precipitous, extending for twenty stades, and near it on both sides are exceedingly great and difficult-of-access mountains; and from the mountains on each side, walls stretch down to the road, along which gates have been built.
§14.20.2διεξαγαγὼν δὲ διὰ τούτων τὴν δύναμιν εἰσέβαλεν εἴς τι πεδίον τῶν κατὰ τὴν Ἀσίαν οὐδενὸς τῷ κάλλει λειπόμενον· διʼ οὗ πορευθεὶς εἰς Ταρσόν, μεγίστην τῶν ἐν Κιλικίᾳ πόλεων, ταχέως αὐτῆς ἐγκρατὴς ἐγένετο.
And having led his force through these, he entered a plain second to none of those in Asia in beauty; through which having marched to Tarsus, the greatest of the cities in Cilicia, he quickly became master of it.
Συέννεσις δʼ ὁ τῆς Κιλικίας δυναστεύων ὡς ἤκουσε τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως, εἰς ἀπορίαν πολλὴν ἐνέπιπτεν, οὐκ ὢν ἀξιόμαχος.
And Syennesis, the ruler of Cilicia, when he heard of the magnitude of the enemy's force, fell into great perplexity, not being a match for them in battle.
§14.20.3μεταπεμπομένου δʼ αὐτὸν Κύρου καὶ τὰ πιστὰ δόντος ἐπορεύθη πρὸς αὐτόν, καὶ τὴν ἀλήθειαν τοῦ πολέμου πυθόμενος ὡμολόγησε συμμαχήσειν ἐπὶ τὸν Ἀρταξέρξην, καὶ τὸν ἕνα τῶν υἱῶν τῷ Κύρῳ συνεξαπέστειλεν, αὐτῷ δοὺς τῶν Κιλίκων τοὺς ἱκανοὺς συστρατευσομένους· πανοῦργος γὰρ ὢν τὴν φύσιν καὶ πρὸς τὸ τῆς τύχης ἄδηλον ἀρτισάμενος, τὸν ἕτερον τῶν υἱῶν ἐξέπεμψε λάθρᾳ πρὸς τὸν βασιλέα, δηλώσοντα καὶ τὰς δυνάμεις ἐπʼ ἐκεῖνον ἠθροισμένας καὶ διότι τῆς μὲν συμμαχίας διʼ ἀνάγκην τῷ Κύρῳ μετέχει, τῇ δʼ εὐνοίᾳ προσμένων, ἂν καιρὸς γένηται, καταλιπὼν ἐκεῖνον τῷ βασιλεῖ συστρατεύσεσθαι.
When Cyrus sent for him and gave pledges of safety, he went to him, and having learned the truth of the war, he agreed to join in the alliance against Artaxerxes, and sent one of his sons along with Cyrus, giving him a sufficient number of the Cilicians to campaign with him; for being cunning by nature and having prepared himself against the uncertainty of fortune, he dispatched his other son secretly to the King, to reveal both that the forces had been gathered against him, and that while he was participating in the alliance with Cyrus out of necessity, yet in goodwill he was waiting, if opportunity should arise, to abandon him and campaign with the King.
§14.20.4Κῦρος δʼ εἴκοσι μὲν ἡμέρας ἐν Ταρσῷ τὴν δύναμιν ἀνέλαβε· μετὰ δὲ ταῦτα ἀναζευγνύντος αὐτοῦ τὸ πλῆθος ὑπώπτευσε τὴν στρατείαν ἐπὶ τὸν Ἀρταξέρξην γίνεσθαι.
Cyrus for twenty days in Tarsus refreshed his army; but after this, when he was preparing to depart, the multitude suspected that the campaign was against Artaxerxes.
ἀναλογιζόμενος δὲ ἕκαστος τὰ μήκη τῶν ὁδῶν καὶ τὰ πλήθη τῶν πολεμίων ἐθνῶν, διʼ ὧν ἀναγκαῖον ἦν τὴν πορείαν ποιεῖσθαι, τελέως ἠγωνία· διαβεβόητο γὰρ ἡ μὲν ἕως Βάκτρων ὁδὸς οὖσα στρατοπέδῳ τετραμήνου, δύναμις δʼ ἠθροισμένη τῷ βασιλεῖπλείω τῶν τετταράκοντα μυριάδων.
And each one, reflecting on the lengths of the roads and the multitudes of the hostile nations through which it was necessary to make the march, was completely anxious; for it was rumored that the road as far as Bactra was a four-months' march for an army, and that the force gathered for the King was more than forty hundred thousand.
§14.20.5διὸ δὴ περιδεεῖς ὄντες ἐκεῖνοι ἠγανάκτουν, καὶ τοὺς ἡγεμόνας διʼ ὀργῆς ἔχοντες ἐνεχείρησαν ἀναιρεῖν ὡς προδότας ἑαυτῶν ὄντας.
Therefore indeed, being terrified, they were indignant, and holding their commanders in anger, they attempted to kill them as being traitors to them.
τοῦ δὲ Κύρου δεομένου πάντων, καὶ διαβεβαιουμένου τὴν στρατιὰν ἀνάγειν οὐκ ἐπʼ Ἀρταξέρξην, ἀλλʼ ἐπί τινα σατράπην τῆς Συρίας, ἐπείσθησαν οἱ στρατιῶται, καὶ λαβόντες πλείω μισθὸν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς εὔνοιαν.
But when Cyrus entreated them all and assured them that he was leading the army up not against Artaxerxes but against a certain satrap of Syria, the soldiers were persuaded, and having received more pay, they returned to their original goodwill.