Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.19.1-14.19.9

小居鲁士筹备进军阿尔塔薛西斯

第 313 段,共 723 段 · 希腊语

内容简介

在雅典与罗马更迭官员之后,小亚细亚的总督库鲁斯正式展开针对其兄阿尔塔薛西斯的远征,募集了大量希腊雇佣兵并妥善安排了各地的守备与将领。

§14.19.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἐξαίνετος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν παρέλαβον χιλίαρχοι ἕξ, Πόπλιος Κορνήλιος, Καίσων Φάβιος, Σπόριος Ναύτιος, Γάιος Οὐαλέριος, Μάνιος Σέργιος.
当这一年过去后,在雅典,埃克塞内托斯担任执政官;在罗马,六名具有执政官权力的军事执政官接管了执政权力,他们是:普布利乌斯·科尔内利乌斯、凯索·法比乌斯、斯普里乌斯·纳乌提乌斯、盖乌斯·瓦莱里乌斯、马尼乌斯·塞尔吉乌斯。
§14.19.2περὶ δὲ τούτους τοὺς χρόνους Κῦρος ὁ τῶν ἐπὶ θαλάττης σατραπειῶν ἡγούμενος διενοεῖτο μὲν πάλαι στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· ἦν γὰρ ὁ νεανίσκος φρονήματος πλήρης καὶ προθυμίαν ἔχων οὐκ ἄπρακτον εἰς τοὺς κατὰ πόλεμον ἀγῶνας.
大约在此时,统治沿海各行省的库鲁斯早已密谋远征其兄阿尔塔薛西斯;因为这个年轻人满怀抱负,对战争中的决斗拥有一种并非无所作为的热忱。
§14.19.3ἐπεὶ δʼ αὐτῷ μισθοφόρων πλῆθος ἱκανὸν συνῆκτο καὶ τὰ πρὸς τὴν στρατείαν εὐτρέπιστο, τοῖς μὲν πλήθεσιν οὐκ ἐδήλου τἀληθές, ἔφασκε δʼ εἰς Κιλικίαν ἀνάγειν τὴν δύναμιν ἐπὶ τοὺς ἀφεστηκότας τοῦ βασιλέως τυράννους.
当他聚集了足够数量的雇佣兵且远征准备就绪时,他并未向部众公开真相,而是声称自己正率军前往基利家,去讨伐那些背叛国王的僭主。
§14.19.4ἀπέστειλε δὲ καὶ πρὸς Λακεδαιμονίουσπρεσβευτὰς τοὺς ἀνανεωσομένους τὰς κατὰ τὸν πρὸς Ἀθηναίους πόλεμον εὐεργεσίας καὶ παρακαλέσοντας ἑαυτῷ συμμαχεῖν.
他还向拉刻代蒙人派遣了使节,以重申在对雅典人的战争中所建立的恩谊,并邀请他们与自己结盟。
οἱ δὲ Λακεδαιμόνιοι, νομίσαντες αὑτοῖς συνοίσειν τὸν πόλεμον, ἔγνωσαν τῷ Κύρῳ βοηθεῖν, καὶ παραχρῆμα ἐξέπεμψαν πρεσβευτὰς πρὸς τὸν ἑαυτῶν ναύαρχον Σάμον ὀνομαζόμενον, ὅπως ὅ,τι ἂν κελεύῃ ὁ Κῦρος πράττῃ.
拉刻代蒙人认为这场战争对他们有利,便决定援助库鲁斯,并立即派遣使节去见他们那名叫作萨莫斯的海军统帅,命令他凡是库鲁斯所指示的事,都要照办。
§14.19.5ὁ δὲ Σάμος εἶχε μὲν τριήρεις εἴκοσι καὶ πέντε, μεθʼ ὧν πλεύσας εἰς Ἔφεσον πρὸς τὸν Κύρου ναύαρχον ἕτοιμος ἦν αὐτῷ πάντα συμπράττειν.
萨莫斯拥有二十五艘三段桨船,他率领这些船只航行至艾菲索斯,会合了库鲁斯的海军统帅,准备在一切事上与他合作。
ἐξέπεμψαν δὲ καὶ πεζοὺς στρατιώτας ὀκτακοσίους, ἡγεμόνα Χειρίσοφον καταστήσαντες.
他们还派遣了八百名步兵,任命基里索福斯为指挥官。
ἀφηγεῖτο δὲ τοῦ βαρβαρικοῦ στόλου Ταμώς, ἔχων τριήρεις πεντήκοντα πολυτελῶς ἐξηρτυμένας· καὶ καταπλευσάντων τῶν Λακεδαιμονίων ἀνήχθησαν οἱ στόλοι τὸν πλοῦν ὡς ἐπὶ Κιλικίας ποιούμενοι.
而外族人的舰队由塔莫斯统帅,拥有五十艘装备豪华的三段桨船;当拉刻代蒙人抵达后,舰队便扬帆起航,朝基利家方向驶去。
§14.19.6Κῦρος δὲ τούς τε ἀπὸ τῆς Ἀσίας στρατολογηθέντας καὶ μισθοφόρους μυρίους τρισχιλίους ἀθροίσας εἰς Σάρδεις, Λυδίας μὲν καὶ Φρυγίας κατέστησεν ἐπιμελητὰς Πέρσας ἑαυτοῦ συγγενεῖς, Ἰωνίας δὲ καὶ τῆς Αἰολίδος, ἔτι δὲ τῶν σύνεγγυς τόπων Ταμώ, φίλον μὲν ὄντα πιστόν, τὸ δὲ γένος ὑπάρχοντα Μεμφίτην· αὐτὸς δὲ μετὰ τῆς δυνάμεως προῆγεν ὡς ἐπὶ τῆς Κιλικίας καὶ Πισιδίας, διαδιδοὺς λόγον ὅτι τινὲς τῶν ἐκεῖ κατοικούντων ἀφεστήκασιν.
库鲁斯在萨尔迪斯聚集了从亚洲征募的兵员和一万三千名雇佣兵,他任命自己亲属中的波斯人担任吕底亚和弗里吉亚的监督官,而任命他忠实的朋友、出身孟斐斯的塔莫斯担任伊奥尼亚、埃奥利斯以及临近地区的监督官;他本人则率领军队朝基利家和皮西迪亚进军,散布谣言称居住在当地的部分居民发动了叛乱。
§14.19.7εἶχε δὲ τοὺς ἅπαντας ἀπὸ μὲν τῆς Ἀσίας ἑπτακισμυρίους, ὧν ἦσαν ἱππεῖς τρισχίλιοι, ἀπὸ δὲ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος μισθοφόρους μυρίους τρισχιλίους.
他的总兵力包括:来自亚洲的七万人,其中有三千名骑兵;以及来自伯罗奔尼撒及希腊其他地区的雇佣兵一万三千人。
§14.19.8ἡγεῖτο δὲ τῶν μὲν ἀπὸ Πελοποννήσου χωρὶς Ἀχαιῶν Κλέαρχος ὁ Λακεδαιμόνιος, τῶν δʼ ἀπὸ Βοιωτίας Πρόξενος Θηβαῖος, τῶν δʼ Ἀχαιῶν Σωκράτης Ἀχαιός, τῶν δʼ ἀπὸ Θεσσαλίας Μένων ὁ Λαρισσαῖος.
伯罗奔尼撒人(阿卡亚人除外)由拉刻代蒙人克利阿科斯统帅,波奥蒂亚人由底比斯人普罗克塞诺斯统帅,阿卡亚人由阿卡亚人索克拉特斯统帅,色萨利人则由拉里萨人梅农统帅。
§14.19.9τῶν δὲ βαρβάρων τὰς μὲν κατὰ λεπτὸν ἡγεμονίας εἶχον Πέρσαι, τῶν δὲ συμπάντων αὐτὸς ἡγεῖτο Κῦρος, ὃς τοῖς μὲν ἡγεμόσιν ἐδεδηλώκει τὴν ἐπὶ τὸν ἀδελφὸν ἀνάβασιν, τὸ δὲ πλῆθος ἔκρυπτεν, εὐλαβούμενος μήποτε διὰ τὸ μέγεθος τῆς στρατείας ἐγκαταλίπῃ τὴν ἑαυτοῦ προαίρεσιν.
在外族人中,具体的分队由波斯人担任统帅,但全军的总指挥则由库鲁斯本人担任。 他已向各指挥官表明了针对其兄的远征意图,但对普通部众隐瞒了这一点,以防他们因为远征规模过大而放弃他的计划。
διὸ καὶ κατὰ τὴν ὁδοιπορίαν προορώμενος τὸ μέλλον ἐξεθεράπευσε τοὺς στρατιώτας, κοινὸν ἑαυτὸν παρεχόμενος καὶ δαψιλεῖς ἀγορὰς ἑτοιμάζων.
因此,在行军途中,他未雨绸缪,极力讨好士兵,让自己对所有人表现得平易近人,并准备了丰富的市场物资。

词汇与语法注释

  1. §14.19.1χιλίαρχοι ἕξ — 原文虽作“六名军事执政官”(χιλίαρχοι ἕξ),但其后列出的名单实际上只有五人。这可能是由于抄本传抄过程中的遗漏或作者狄奥多罗斯本人的疏忽。译文仍忠实于原文保留了“六”这一数字。
  2. §14.19.4τοὺς ἀνανεωσομένους ... καὶ παρακαλέσοντας — 两者皆为将来时主动分词(宾格、复数、阳性),修饰前置名词“使节”(πρεσβευτάς),用以表示目的(“为了重申……并请求……”)。
  3. §14.19.5καταπλευσάντων τῶν Λακεδαιμονίων — 属格独立(genitive absolute)结构,在此处表示时间关系(“当拉刻代蒙人抵达/入港后”)。
  4. §14.19.6τὸ δὲ γένος ὑπάρχοντα Μεμφίτην — 宾格的“孟斐斯人”(Μεμφίτην)是分词 ὑπάρχοντα 的补足语。而“在出身方面”(τὸ γένος)则是关系宾格(限制宾格),用于限定说明其族裔特征。
  5. §14.19.9μήποτε διὰ τὸ μέγεθος τῆς στρατείας ἐγκαταλίπῃ τὴν ἑαυτοῦ προαίρεσιν — 虚拟语气动词 ἐγκαταλίπῃ(第三人称单数、不定过去时)的主语是集合名词“部众”(πλῆθος)或其中暗示的士兵。在主句过去时(历史时态)之后使用虚拟语气而非祈愿语气,是为了使叙述更具生动感(vividness)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.19.1-14.19.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.19.1-14.19.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。