Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.21.1-14.21.7

库鲁斯通过叙利亚与渡过幼发拉底河

第 315 段,共 723 段 · 希腊语

内容简介

在斯巴达舰队的支持下,库鲁斯安全通过了伊苏斯和“关门”,抵达幼发拉底河畔的塔普萨科斯。他在那里向士兵透露了远征的真实目的地是巴比伦,并通过承诺丰厚的回报说服了他们,随后渡河推进至巴比伦尼亚边境。

§14.21.1ὁ δὲ Κῦρος ἐπειδὴ διῆλθε τὴν Κιλικίαν, παρεγενήθη πρὸς πόλιν Ἰσσόν, ἐπὶ θαλάττης μὲν κειμένην, ἐσχάτην δʼ οὖσαν τῆς Κιλικίας.
库鲁斯穿过基利家后,抵达了位于海滨的城市伊苏斯,这是基利家边境上的最后一座城市。
κατέπλευσε δʼ εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν καὶ ὁ στόλος ὁ τῶν Λακεδαιμονίων, καὶ οἱ στρατηγοῦντες ἐξέβησαν καὶ συντυχόντες τῷ Κύρῳ τὴν τῶν Σπαρτιατῶν εἰς αὐτὸν εὔνοιαν ἀπήγγειλαν, καὶ τοὺς μετὰ Χειρισόφου πεζοὺς ὀκτακοσίους ἐκβιβάσαντες παρέδωκαν.
几乎在同一时间,拉刻代蒙人的舰队也驶入该港;其指挥官们登岸,会见了库鲁斯,并传达了斯巴达人对他的善意,同时让希里索福斯率领的八百名步兵上岸,移交给了他。
§14.21.2τούτους δὲ προσεποιοῦντο μὲν οἱ φίλοι τοῦ Κύρου πέμψαι μισθοφόρους, τῇ δʼ ἀληθείᾳ μετὰ τῆς τῶν ἐφόρων γνώμης ἅπαντʼ ἐπράττετο·
库鲁斯的朋友们声称他们是作为雇佣兵派遣这些人的,但实际上,这一切都是在监察官们的同意下进行的。
οἱ δὲ Λακεδαιμόνιοι φανερὸν οὔπω τὸν πόλεμον ἐπανῃροῦντο, κατέκρυπτον δὲ τὴν προαίρεσιν, ἐπιτηροῦντες τὴν ῥοπὴν τοῦ πολέμου.
此外,拉刻代蒙人尚未公开参与这场战争,而是隐瞒了他们的意图,密切注视着战争的走向。
ὁ δὲ Κῦρος μετὰ τῆς δυνάμεως ἀνέζευξεν ἐπὶ Συρίας τὴν πορείαν ποιούμενος, καὶ τοὺς ναυάρχους ἐκέλευσε συμπαραπλεῖν ἁπάσαις ταῖς ναυσίν.
随后,库鲁斯率军拔营,朝叙利亚方向行军,并命令海军将领率领所有战船沿岸协同航行。
§14.21.3ὡς δʼ ἦλθεν ἐπὶ τὰς Πύλας καλουμένας καὶ τὸν τόπον εὗρεν ἔρημον τῶν φυλαττόντων, περιχαρὴς ἦν· ἠγωνία γὰρ σφόδρα, μή τινες αὐτὰς εἶεν προκατειλημμένοι.
当他来到所谓的“门”并发现该处无人把守时,感到极其高兴;因为他此前非常担忧有人已经预先占领了该地。
ἔστι δὲ ἡ φύσις τοῦ τόπου στενὴ καὶ παράκρημνος, ὥστε διʼ ὀλίγων ῥᾳδίως παραφυλάττεσθαι.
因为此地的地形狭窄且险峻,以至于只需少数人即可轻松防守。
§14.21.4ὄρη γὰρ πλησίον ἀλλήλων κεῖται, τὸ μὲν τραχὺ καὶ κρημνοὺς ἔχον ἀξιολόγους, ἐπʼ αὐτῆς δʼ ἄρχεται τῆς ὁδοῦ ἕτερον ὄρος μέγιστον τῶν περὶ τοὺς τόπους ἐκείνους, καὶ καλεῖται μὲν Ἄμανος, παρεκτείνει δὲ παρὰ τὴν Φοινίκην· ὁ δʼ ἀνὰ μέσον τόπος τῶν ὀρῶν, ὑπάρχων ὡς τριῶν σταδίων, παντελῶς τετειχισμένος καὶ πύλας ἔχων εἰς στενὸν συγκλειομένας.
因为山脉彼此靠得很近,其中一座崎岖不平,有着显要的悬崖,而另一座则是该地区最大的山脉,其山脚紧邻道路,被称为阿马努斯山,一直延伸到腓尼基旁;两山之间的通道约有三斯塔德宽,完全建有城墙防御,并设有在狭窄处关闭的关门。
§14.21.5διελθὼν οὖν ὁ Κῦρος ταύτας ἀκινδύνως, τὸν μὲν λοιπὸν στόλον ἀπέστειλεν ἀνακάμψαι εἰς Ἔφεσον· οὐκέτι γὰρ αὐτῷ χρήσιμος ἦν μέλλοντι διὰ μεσογείου τὴν πορείαν ποιεῖσθαι·
因此,库鲁斯毫无危险地通过了这些关门,并将余下的舰队送回以弗所;因为对于准备在内陆行军的他来说,舰队已不再有用。
ὁδοιπορήσας δʼ ἡμέρας εἴκοσι παρεγενήθη πρὸς Θάψακον πόλιν, ἣ κεῖται παρὰ τὸν ποταμὸν τὸν Εὐφράτην.
他行军二十天后,抵达了位于幼发拉底河畔的城市塔普萨科斯。
§14.21.6ἐνταῦθα δὲ πένθʼ ἡμέρας διατρίψας, καὶ τὴν δύναμιν ἐξιδιοποιησάμενος ταῖς τε τῶν ἐπιτηδείων ἀφθονίαις καὶ ταῖς ἐκ τῶν προνομῶν ὠφελείαις, συνήγαγεν ἐκκλησίαν, καὶ τὴν ἀλήθειαν τῆς στρατείας ἐδήλωσεν.
他在此地逗留了五天,通过丰富的补给以及掠夺所得的利益,将军队争取到自己一边,随后召集了集会,揭示了这次远征的真相。
προσάντως δὲ δεξαμένων τὸν λόγον τῶν στρατιωτῶν, ἐδεῖτο πάντων μὴ καταλιπεῖν ἑαυτόν, ἐπαγγελλόμενος ἄλλας τε μεγάλας δωρεὰς καὶ ὅτι παραγενομένοις αὐτοῖς εἰς Βαβυλῶνα κατʼ ἄνδρα ἕκαστον δώσει πέντε μνᾶς ἀργυρίου.
当士兵们怀着抵触情绪接受这番话时,他恳求所有人不要抛弃他,承诺给予其他丰厚的赏赐,并宣布当他们抵达巴比伦时,他将给每人赏赐五米纳白银。
οἱ μὲν οὖν στρατιῶται ταῖς ἐλπίσι μετεωρισθέντες ἐπείσθησαν ἀκολουθεῖν·
于是,士兵们因这些希望而振奋起来,同意跟随他。
§14.21.7ὁ δὲ Κῦρος ὡς διέβη τῇ δυνάμει τὸν Εὐφράτην, ἠπείγετο κατὰ τὸ συνεχὲς ὁδοιπορῶν, καὶ παραγενηθεὶς ἐπὶ τοὺς ὅρους τῆς Βαβυλωνίας ἀνελάμβανε τὴν δύναμιν.
库鲁斯率军渡过幼发拉底河后,便一刻不停地加速行军,抵达巴比伦尼亚国境后,便让军队进行整顿休养。

词汇与语法注释

  1. §14.21.2προσεποιοῦντο μὲν οἱ φίλοι τοῦ Κύρου πέμψαι μισθοφόρους — 动词 προσποιέομαι(假装,声称)后接不定式 πέμψαι 的句型。该不定式的逻辑主语与主句主语(οἱ φίλοι τοῦ Κύρου)一致。此句描述了库鲁斯的朋友们如何将斯巴达的援军伪装成是以私人名义派遣的雇佣兵。
  2. §14.21.4ὑπάρχων ὡς τριῶν σταδίων — 分词 ὑπάρχων 后接表示度量、尺寸的属格(τριῶν σταδίων)的结构。副词 ὡς 与数词连用,表示“大约、左右”。用来指明两山之间的空地宽度约为三斯塔德。
  3. §14.21.6τὴν δύναμιν ἐξιδιοποιησάμενος — 中动语态分词 ἐξιδιοποιησάμενος(使归自己所有、收买、拉拢)带有后文表示手段或原因的与格(ἀφθονίαις 与 ὠφελείαις),表示库鲁斯通过充足的物资供应和掠夺所得的利益,将军队牢牢争取到自己这一边。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.21.1-14.21.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.21.1-14.21.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。