§14.2.1παρὰ μὲν γὰρ Ἀθηναίοις τριάκοντα τύραννοι γενόμενοι διὰ τὴν ἰδίαν πλεονεξίαν τήν τε πατρίδα μεγάλοις ἀτυχήμασι περιέβαλον καὶ αὐτοὶ ταχὺ τὴν δύναμιν ἀποβαλόντες ἀθάνατον ἑαυτῶν ὄνειδος καταλελοίπασι, Λακεδαιμόνιοι δὲ περιποιησάμενοι τὴν τῆς Ἑλλάδος ἀρχὴν ἀναμφισβήτητον, τότε ταύτης ἐστερήθησαν, ὅτε πράξεις ἀδίκους κατὰ τῶν συμμάχων ἐπιτελεῖν ἐπεχείρησαν·
因为在雅典人当中,因自身贪婪而出现的三十人僭主不仅使祖国陷入了巨大的灾难,而且他们自己也迅速失去了权力,留下了自身永恒的耻辱;而拉刻代蒙人虽然取得了对希腊无可争议的统治权,却在企图对盟国施加不义之举的那一刻,被剥夺了这一统治权。
αἱ γὰρ τῶν ἡγεμόνων ὑπεροχαὶ τηροῦνται μὲν εὐνοίᾳ καὶ δικαιοσύνῃ, καταλύονται δὲ ἀδικήμασι καὶ μίσει τῶν ὑποτεταγμένων.
因为统治者的优越地位是通过好意和正义来维持的,却因被统治者的不义与憎恨而瓦解。
§14.2.2παραπλησίως δὲ καὶ Διονύσιος ὁ Συρακοσίων τύραννος, καίπερ εὐτυχέστατος τῶν δυναστῶν γεγονώς, ζῶν μὲν οὐ διέλιπεν ἐπιβουλευόμενος, καὶ διὰ τὸν φόβον ἠναγκάζετο φέρειν ὑπὸ τὸν χιτῶνα σιδηροῦν θώρακα, τελευτήσας δὲ μέγιστον εἰς βλασφημίας παράδειγμα καταλέλοιπε τὸν ἑαυτοῦ βίον εἰς ἅπαντα τὸν αἰῶνα.
同样,叙拉古的僭主狄奥尼修斯,尽管成为了统治者中最幸运的人,但在有生之年里,针对他的阴谋从未停止,由于恐惧,他被迫在短袍下穿着铁制胸甲;而在死后,他将自己的生活作为永世恶名的最大典型留给了后世。
§14.2.3ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἕκαστον ἀναγράψομεν σαφέστερον, νῦν δʼ ἐπὶ τὰ συνεχῆ τοῖς προϊστορημένοις τρεψόμεθα, τοὺς χρόνους μόνον διορίζοντες.
然而,关于这些事情,我们将在适当的年代更加清晰地逐一记载,而现在,在仅明确限定时期的情况下,我们将转向与前文叙事相连续的事件。
§14.2.4ἐν μὲν γὰρ ταῖς πρὸ ταύτης βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ Τροίας ἁλώσεως πράξεις ἕως ἐπὶ τὴν κατάλυσιν τοῦ τε Πελοποννησιακοῦ πολέμου καὶ τῆς Ἀθηναίων ἡγεμονίας, διελθόντες ἔτη ἑπτακόσια ἑβδομήκοντα ἐννέα· ἐν ταύτῃ δὲ τὰς συνεχεῖς πράξεις προσαναπληροῦντες ἀρξόμεθα ἐκ τῶν κατασταθέντων Ἀθήνησι τριάκοντα τυράννων, καταλήξομεν δὲ ἐπὶ τὴν Ῥώμης ἅλωσιν ὑπὸ Γαλατῶν, περιλαβόντες ἔτη δέκα ὀκτώ.
因为在本书之前的各卷中,我们记载了从特洛伊陷落直至伯罗奔尼撒战争结束及雅典霸权瓦解的事迹,历时七百七十九年;而在本卷中,在补充完整连续的事迹时,我们将自雅典建立的三十人僭主开始,以高卢人攻陷罗马结束,包含十八年。