Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.3.1-14.3.7

赖山德干涉雅典与三十人政权的建立

第 297 段,共 723 段 · 希腊语

内容简介

在雅典霸权瓦解后的无政府状态下,各派因国制问题产生冲突,寡头派向斯巴达人赖山德求助。赖山德率军干预雅典,威逼塞拉门尼斯和民众废除民主制,从而建立起三十人僭主政权。

§14.3.1ἀναρχίας γὰρ οὔσης Ἀθήνησι διὰ τὴν κατάλυσιν τῆς ἡγεμονίας, ἔτος μὲν ἦν ὀγδοηκοστὸν πρὸς τοῖς ἑπτακοσίοις μετὰ τὴν Τροίας ἅλωσιν, ἐν δὲ τῇ Ῥώμῃ χιλίαρχοι διεδέξαντο τὴν ὕπατον ἀρχὴν τέτταρες, Γάιος Φολούιος καὶ Γάιος Σερουίλιος καὶ Γάιος Οὐαλέριος καὶ Νουμέριος Φάβιος, ἤχθη δὲ Ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν τετάρτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα Κορκίνας Λαρισαῖος.
当雅典因其霸权的瓦解而处于无政府状态时,这是特洛伊陷落后的第七百八十年,而在罗马,四位军事执政官——盖乌斯·富尔维乌斯、盖乌斯·塞尔维里乌斯、盖乌斯·瓦莱里乌斯和努梅里乌斯·法比乌斯——接掌了执政官的权力,同年举办了第九十四届奥林匹克运动会,拉里萨的科尔基纳斯在会上获胜。
§14.3.2κατὰ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι μὲν καταπεπονημένοι ἐποιήσαντο συνθήκας πρὸς Λακεδαιμονίους, καθʼ ἃς ἔδει τὰ τείχη τῆς πόλεως καθελεῖν καὶ τῇ πατρίῳ πολιτείᾳ χρῆσθαι.
在这些时期,疲惫不堪的雅典人与拉刻代蒙人缔结了条气,根据条约,他们必须拆除城墙并采用祖传的国制。
καὶ τὰ μὲν τείχη περιεῖλον, περὶ δὲ τῆς πολιτείας πρὸς ἀλλήλους διεφέροντο.
他们确实拆除了城墙,但就国制问题彼此产生了分歧。
§14.3.3οἱ γὰρ τῆς ὀλιγαρχίας ὀρεγόμενοι τὴν παλαιὰν κατάστασιν ἔφασαν δεῖν ἀνανεοῦσθαι, καθʼ ἣν παντελῶς ὀλίγοι τῶν ὅλων προειστήκεισαν· οἱ δὲ πλεῖστοι δημοκρατίας ὄντες ἐπιθυμηταὶ τὴν τῶν πατέρων πολιτείαν προεφέροντο, καὶ ταύτην ἀπέφηναν ὁμολογουμένως οὖσαν δημοκρατίαν.
因为渴望寡头制的人声称,应当恢复由极少数人主持全局的古老体制;而渴望民主制的多数人则提出他们父辈的国制,并宣称这显然就是民主制。
§14.3.4ἀντιλογίας δὲ γενομένης περὶ τούτων ἐπί τινας ἡμέρας, οἱ τὰς ὀλιγαρχίας αἱρούμενοι πρὸς Λύσανδρον διεπρεσβεύσαντο τὸν Σπαρτιάτην— οὗτος γὰρ καταλυθέντος τοῦ πολέμου τὰ κατὰ τὰς πόλεις ἀπέσταλτο διοικῆσαι, καὶ ὀλιγαρχίαι ἐν ταῖς πλείσταις καθίσταντο—ἐλπίζοντες ὅπερ ἦν εἰκός, συνεπιλήψεσθαι τῆς ἐπιβολῆς αὐτοῖς.
当关于这些问题的争论持续了数日,选择寡头制的人们派遣使节去见斯巴达人赖山德——因为在战争结束时,他被派去处理各城市的事物,且在大多数城市中寡头制正被建立——他们理所当然地希望他能协助他们的计划。
διέπλευσαν οὖν εἰς Σάμον· ἐκεῖ γὰρ ἐτύγχανε διατρίβων ὁ Λύσανδρος, προσφάτως κατειληφὼς τὴν πόλιν.
因此,他们乘船前往萨摩斯,因为赖山德由于最近攻占了该城,正巧在那里停留。
§14.3.5παρακαλούντων δὲ αὐτὸν πρὸς τὸ συνεργῆσαι συνεπένευσε, καὶ τῆς μὲν Σάμου Θώρακα τὸν Σπαρτιάτην ἁρμοστὴν κατέστησεν, αὐτὸς δὲ μετὰ νεῶν ἑκατὸν κατέπλευσεν εἰς τὸν Πειραιέα.
当他们请求他协助时,他同意了,并任命斯巴达人索拉克斯为萨摩斯的总督,而他自己则带着一百艘船驶入培拉亚斯。
συναγαγὼν δʼ ἐκκλησίαν συνεβούλευσε τοῖς Ἀθηναίοις ἑλέσθαι τριάκοντα ἄνδρας τοὺς ἀφηγησομένους τῆς πολιτείας καὶ πάντα διοικήσοντας τὰ κατὰ τὴν πόλιν.
在召集了民众大会后,他建议雅典人选举三十个人来领导国制并管理城市的一切事务。
§14.3.6ἀντειπόντος δὲ τοῦ Θηραμένους καὶ τὰς συνθήκας ἀναγινώσκοντος, ὅτι τῇ πατρίῳ συνεφώνησε χρήσεσθαι πολιτείᾳ, καὶ δεινὸν εἶναι λέγοντος, εἰ παρὰ τοὺς ὅρκους ἀφαιρεθήσονται τὴν ἐλευθερίαν, ὁ Λύσανδρος ἔφη λελύσθαι τὰς συνθήκας ὑπὸ Ἀθηναίων· ὕστερον γὰρ τῶν συγκειμένων ἡμερῶν καθῃρηκέναι τὰ τείχη.
但是,当塞拉门尼斯表示反对并宣读条约——指出条约已商定使用祖传的国制,并说如果违背誓言而被剥夺自由将是一件可怕的事时——赖山德声称条约已被雅典人破坏,因为他们是在约定的期限之后才拆除城墙的。
ἀνετείνατο δὲ καὶ τῷ Θηραμένει τὰς μεγίστας ἀπειλάς, ἀποκτενεῖν φήσας, εἰ μὴ παύσεται Λακεδαιμονίοις ἐναντιούμενος.
他还对塞拉门尼斯发出了极大的威胁,声称如果他不停止反对拉刻代蒙人,就要处死他。
§14.3.7διόπερ ὅ τε Θηραμένης καὶ ὁ δῆμος καταπλαγεὶς ἠναγκάζετο χειροτονίᾳ καταλῦσαι τὴν δημοκρατίαν.
因此,塞拉门尼斯和民众都感到恐惧,被迫通过举手表决废除了民主制。
ᾑρέθησαν οὖν τριάκοντα ἄνδρες οἱ διοικήσοντες τὰ κοινὰ τῆς πόλεως, ἁρμόζοντες μὲν τῷ λόγῳ, τύραννοι δὲ τοῖς πράγμασιν.
于是,选举出了三十个人来管理城市的公共事务,他们名义上是调停者,实际上却是僭主。

词汇与语法注释

  1. §14.3.3ταύτην ἀπέφηναν ὁμολογουμένως οὖσαν δημοκρατίαν — 分词 οὖσαν 作为宾语补足语,修饰动词 ἀπέφηναν(“表明”、“宣称”)的宾语 ταύτην(“这”)。副词 ὁμολογουμένως 意为“无可争议地”或“公认地”。整句意为“他们宣称这显然就是民主制”。
  2. §14.3.4ἐλπίζοντες ὅπερ ἦν εἰκός, συνεπιλήψεσθαι τῆς ἐπιβολῆς αὐτοῖς — 将来时不定式 συνεπιλήψεσθαι(“将协助”)作为分词 ἐλπίζοντες(“希望”、“期待”)的宾语。该不定式的逻辑主语(赖山德)因上下文明确而被省略,尽管它与主句主语(寡头派)不同。与格 αὐτοῖς 表示“他们(寡头派)”,属格 τῆς ἐπιβολῆς(“计划”)则是复合动词 συνεπιλαμβάνομαι(“协助、参与”)所要求的支配格。
  3. §14.3.6δεινὸν εἶναι λέγοντος, εἰ παρὰ τοὺς ὅρκους ἀφαιρεθήσονται τὴν ἐλευθερίαν — 在属格独立分词结构中,分词 λέγοντος(“说道”)引导代格与不定式结构 δεινὸν εἶναι(“是可怕/难以接受的事”)。带有将来直陈式 ἀφαιρεθήσονται(“如果将被剥夺”)的 εἰ 引导的从句起到了主语从句(或条件从句)的作用,意为“如果违背誓言而被剥夺自由,那将是一件可怕的事”。
  4. §14.3.7ἁρμόζοντες μὲν τῷ λόγῳ, τύραννοι δὲ τοῖς πράγμασιν — 分词 ἁρμόζοντες(源自 ἁρμόζω,意为“调和、整理、调停”)在此作名词性使用,意为“调和者”或“整理者”。这一选词在词源上与斯巴达派驻的地方长官“哈尔摩斯”(ἁρμοστής)相近,带有双关意味。它构成了鲜明的对比:“名义上(言辞上)是调停者,实际上却是僭主”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.3.1-14.3.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.3.1-14.3.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。