Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.1.1-14.1.3

对恶行的谴责与掌权者的不朽恶名

第 295 段,共 723 段 · 希腊语

内容简介

狄奥多罗斯论述了对恶行的谴责与声誉,特别警告拥有权力或显赫地位者的生活无法隐瞒,死后也会留下不朽的恶名,并指出本书提供了这一点的明确例证。

§14.1.1πάντας μὲν ἴσως εἰκός ἐστι προσάντως ἀκούειν τὰς καθʼ ἑαυτῶν βλασφημίας· καὶ γὰρ οἱ κατὰ πᾶν ἔκδηλον ἔχοντες τὴν ἑαυτῶν κακίαν, ὥστε μηδʼ ἐξαρνεῖσθαι, ὅμως ψόγου τυγχάνοντες διαγανακτοῦσι καὶ λόγους εἰσφέρειν πειρῶνται πρὸς τὴν κατηγορίαν.
也许每个人听到针对自己的恶评时,自然都会感到难以接受;因为即使是那些恶行在各方面都显而易见、以至于无法否认的人,在遭到谴责时,也同样会大发雷霆,并试图为自己辩护以对抗指控。
διόπερ εὐλαβητέον ἐκ παντὸς τρόπου τὸ πράττειν τι φαῦλον πᾶσι, μάλιστα μέντοι τοῖς ἡγεμονίας ὀρεγομένοις ἤ τινος ἐπισήμου τύχης μεταλαβοῦσιν· §14.1.2ὁ γὰρ τούτων βίος περίοπτος ὢν διὰ τὴν ἐπιφάνειαν ἐν πᾶσιν ἀδυνατεῖ κρύπτειν τὴν ἰδίαν ἄγνοιαν·
因此,所有人必须不择手段地警惕不要做出任何卑劣之事,尤其是那些渴望统治权或获得了显赫地位的人;因为这些人的生活因其显赫而备受瞩目,无法在任何事情上隐藏自己的愚昧。
ὥστε μηδεὶς ἐλπιζέτω τῶν τυχόντων ὑπεροχῆς τινος, ἂν ἐξαμαρτάνῃ μεγάλα, λήσεσθαι διὰ τέλους ἀνεπιτίμητος.
因此,在那些获得某种卓越地位的人中,绝不要有人指望,如果自己犯下巨大错误,能够始终不被谴责地瞒天过海。
καὶ γὰρ ἂν ἐν τῷ καθʼ ἑαυτὸν βίῳ διαφύγῃ τὸν ἀπὸ τῆς ἐπιτιμήσεως λόγον, ὕστερον ἥξειν ἐπʼ αὐτὸν προσδεχέσθω τὴν ἀλήθειαν μετὰ παρρησίας κηρύττουσαν τὰ πάλαι σιωπώμενα.
因为即使他在自己的有生之年逃脱了责难的言论,也应当预料到,真理迟早会降临到他身上,坦诚地宣示那些长期被隐瞒的事情。
§14.1.3χαλεπὸν οὖν τοῖς φαύλοις τοῦ παντὸς βίου καθάπερ ἀθάνατον εἰκόνα μετὰ τὴν ἰδίαν τελευτὴν ἀπολείπειν τοῖς μεταγενεστέροις· καὶ γὰρ εἰ μηδέν ἐστι πρὸς ἡμᾶς τὰ μετὰ τὸν θάνατον, καθάπερ ἔνιοι τῶν φιλοσόφων θρυλοῦσιν, ὅμως ὅ γε προγεγενημένος βίος γίνεται πολὺ χείρων τὸν ἅπαντα τὸν αἰῶνα ἐπὶ κακῷ μνημονευόμενος.
因此,对于卑劣之人来说,在自己死后给后代留下一幅关于其整个生活的、犹如不朽的画像,是件痛苦的事;因为即使像某些哲学家常挂在嘴边的那样,死后的事情与我们毫无关系,但在此之前度过的生活,由于在万世之中因恶名而被记忆,也会变得糟糕得多。
ἐμφανῆ δὲ τούτων παραδείγματα λαμβάνειν ἔξεστι τοῖς ἀναγνοῦσι τὰ κατὰ μέρος τῆσδε τῆς βίβλου.
而阅读本书各部分细节的人,便可以从中获得这些事情的明证。

词汇与语法注释

  1. 14.1.1εὐλαβητέον — 动词形容词 εὐλαβητέον 接施事者与格(此处为 πᾶσι 和 τοῖς ἡγεμονίας ὀρεγομένοις...),表示义务或必要性(“必须警惕/避免”)。所要避免的对象由宾格的冠词不定式 τὸ πράττειν τι φαῦλον 表示。
  2. 14.1.2λήσεσθαι — 动词 λανθάνω(“瞒过、不被发现”)的将来时不定式,作为表示期待的动词 ἐλπιζέτω(“让……不要指望”)的补充不定式。由于不定式的逻辑主语与主句主语(μηδείς)一致,因此作表语的形容词 ἀνεπιτίμητος 保持主格(单数阳性)。
  3. 14.1.2ἥξειν — 此不定式与 προσδεχέσθω(“让他预料”)构成“对格加不定式”(AcI)结构。不定式的逻辑主语是宾格的 τὴν ἀλήθειαν(“真理将降临”),分词 κηρύττουσαν 也与该主语一致,采用单数阴性宾格。
  4. 14.1.3τὸν ἅπαντα τὸν αἰῶνα — 表示时间持续的对格(时间对格),意为“在整个时代/永远”。用于限制前面的 γίνεται πολὺ χείρων 在时间维度上的范围。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.1.1-14.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.1.1-14.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。