Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.116.1-14.116.9

卡皮托尔山的坚守与凯尔特人撤退

第 410 段,共 723 段 · 希腊语

内容简介

逃往维哀的罗马人击败泰伦尼亚人并重新武装,科米尼乌斯成功与被围困的卡皮托尔山取得联系。随后,凯尔特人对卡皮托尔山的夜袭因圣鹅的报警和马尼乌斯的奋战而失败,双方最终达成赎金协议;战后无序的重建导致城市街道变得狭窄弯曲。

§14.116.1τῶν δὲ Ῥωμαίων ἐν τοιαύταις ταραχαῖς ὄντων, οἱ παροικοῦντες Τυρρηνοὶ μετὰ δυνάμεως ἁδρᾶς ἐπεπορεύοντο τὴν τῶν Ῥωμαίων χώραν λεηλατοῦντες, καὶ πολλῶν μὲν σωμάτων, οὐκ ὀλίγης δʼ ὠφελείας ἐγκρατεῖς ἐγένοντο.
在罗马人处于如此混乱之中时,邻近居住的泰伦尼亚人率领大军侵入,掠夺罗马人的土地,获得了许多人口和不少战利品。
οἱ δʼ εἰς τοὺς Βηίους τῶν Ῥωμαίων πεφευγότες ἀπροσδοκήτως τοῖς Τυρρηνοῖς ἐπιπεσόντες ἐτρέψαντο, καὶ τήν τε λείαν ἀφείλαντο καὶ τῆς παρεμβολῆς ἐκυρίευσαν.
然而,逃往维哀的罗马人出其不意地袭击了泰伦尼亚人,打败了他们,夺回了战利品,并占领了他们的营地。
§14.116.2ἐγκρατεῖς δὲ γενόμενοι πολλῶν ὅπλων τοῖς τε ἀνόπλοις οὖσι διέδωκαν καὶ τοὺς ἀπὸ τῆς χώρας ἀθροίζοντες καθώπλιζον· ἐβούλοντο γὰρ τοὺς εἰς τὸ Καπετώλιον συμπεφευγότας ἐκ τῆς πολιορκίας ἐξελέσθαι.
他们在获得了大量武器后,分发给那些没有武器的人,并召集来自乡村的人,武装他们;因为他们希望将被围困在卡皮托尔山的人解救出来。
§14.116.3ἀπορούντων δʼ αὐτῶν, ᾧ τρόπῳ δηλώσειαν τοῖς συγκεκλειμένοις διὰ τὸ τοὺς Κελτοὺς μεγάλαις δυνάμεσι περιστρατοπεδεύειν, Κομίνιός τις Πόντιος ὑπέσχετο παραθαρρύνειν τοὺς ἐν τῷ Καπετωλίῳ.
当他们正在为如何让被围困的人知道此事而发愁时——因为凯尔特人正率大军在周围驻扎——一个名叫蓬提乌斯·科米尼乌斯的人承诺去鼓励在卡皮托尔山的人。
§14.116.4ὁρμήσας οὖν μόνος καὶ διανηξάμενος νυκτὸς τὸν ποταμόν, ἔλαθε προσελθών τινα πέτραν τοῦ Καπετωλίου δύσβατον, καὶ ταύτῃ μόγις ἑαυτὸν ἑλκύσας ἐδήλωσε τοῖς ἐν τῷ Καπετωλίῳ περὶ τῶν συνηθροισμένων εἰς Βηίους καὶ διότι καιρὸν τηρήσαντες ἐπιθήσονται τοῖς Κελτοῖς.
于是他独自出发,在夜间游过河,避开人眼接近了卡皮托尔山一处难以攀登的岩石,并艰难地从这里爬了上去,向在卡皮托尔山的人说明了在维哀集结的人们的情况,并告知他们将寻找时机袭击凯尔特人。
οὗτος μὲν οὖν καταβὰς ᾗπερ ἀνέβη καὶ διακολυμβήσας τὸν Τίβεριν, εἰς Βηίους ἀνέστρεψεν·
随后,他沿着上来的原路下去,游过台伯河,回到了维哀。
§14.116.5οἱ δὲ Κελτοὶ κατανοήσαντες τὰ ἴχνη τοῦ προσφάτως ἀναβεβηκότος, συνετάξαντο κατὰ τῆς αὐτῆς πέτρας ἀναβῆναι νυκτός.
而凯尔特人注意到了最近有人攀登过的足迹,便商议在夜间沿着同一处岩石爬上去。
διὸ καὶ περὶ μέσας νύκτας οἱ μὲν φύλακες παρερρᾳθυμηκότες ἦσαν τῆς φυλακῆς διὰ τὴν ὀχυρότητα τοῦ τόπου, τῶν δὲ Κελτῶν τινες κατὰ τῆς πέτρας προσανέβησαν.
因此,大约在半夜,守卫们因为该地地势险要而疏于防范,一些凯尔特人便沿着岩石爬了上来。
§14.116.6τοὺς μὲν οὖν φύλακας ἔλαθον, χῆνες δʼ ἱεροὶ τῆς Ἥρας τρεφόμενοι, καὶ θεωρήσαντες ἀναβαίνοντας κραυγὴν ἐποίουν.
他们没有被守卫发现,但那里饲养着的赫拉的神圣母鹅看见有人爬上来,便大声叫唤起来。
συνδραμόντων δὲ τῶν φυλάκων ἐπὶ τὸν τόπον, οὗτοι μὲν καταπλαγέντες οὐκ ἐτόλμων προσελθεῖν, Μάρκος δέ τις Μάλλιος, ἔνδοξος ἀνήρ, ἐκβοηθήσας ἐπὶ τὸν τόπον τῷ μὲν ξίφει τὴν χεῖρα τοῦ προσαναβαίνοντος ἀπέκοψε, τῷ δὲ θυρεῷ πατάξας εἰς τὸ στῆθος ἀπεκύλισεν αὐτὸν ἀπὸ τῆς πέτρας.
当守卫们纷纷跑到那个地方时,他们惊恐万分,不敢接近;但一位名叫马尔库斯·马尼乌斯的名人赶来救援,用剑砍断了正爬上来的人的手,并用盾牌击打其胸部,使其从岩石上滚落下去。
§14.116.7παραπλησίως δὲ καὶ τοῦ δευτέρου προσαναβαίνοντος ἀπολομένου, οἱ λοιποὶ ταχέως πάντες ἔφυγον· ἀπορρῶγος δὲ τῆς πέτρας οὔσης ἅπαντες κατακρημνισθέντες ἐτελεύτησαν.
当第二个爬上来的人也以同样的方式丧命后,其余的人便迅速全部逃跑;由于岩石陡峭,他们全都坠落悬崖摔死了。
διόπερ πρεσβευομένων τῶν Ῥωμαίων περὶ διαλύσεως, ἐπείσθησαν χιλίας λαβόντες λίτρας χρυσίου τὴν πόλιν ἐκλιπεῖν καὶ ἐκ τῆς Ῥωμαίων χώρας ἀπαλλαγῆναι.
因此,当罗马人派使节讨论休战时,凯尔特人同意在收下千磅黄金后撤出城市,并离开罗马人的领土。
§14.116.8Ῥωμαῖοι δέ, τῶν μὲν οἰκιῶν κατεσκαμμένων, τῶν δὲ πλείστων πολιτῶν ἀπολωλότων, ἔδωκαν ἐξουσίαν τῷ βουλομένῳ καθʼ ὃν προῄρηται τόπον οἰκίαν οἰκοδομεῖν, καὶ δημοσίας κεραμῖδας ἐχορήγουν, αἳ μέχρι τοῦ νῦν πολιτικαὶ καλοῦνται.
罗马人由于房屋被毁,大部分公民丧生,便准许任何想建房的人在自己选择的地方建造房屋,并提供公用的瓦片,这些瓦片直到今天仍被称为“市民瓦”。
§14.116.9ἁπάντων οὖν πρὸς τὴν ἰδίαν προαίρεσιν οἰκοδομούντων, συνέβη τὰς κατὰ πόλιν ὁδοὺς στενὰς γενέσθαι καὶ καμπὰς ἐχούσας· διόπερ ὕστερον αὐξηθέντες οὐκ ἠδυνήθησαν εὐθείας ποιῆσαι τὰς ὁδούς.
因此,由于每个人都按照自己的意愿建造房屋,导致城市里的街道变得狭窄且弯曲;因此后来随着力量的壮大,他们也无法将街道改直。
λέγουσι δέ τινες καὶ διότι τὸν χρυσοῦν κόσμον αἱ γυναῖκες εἰς τὴν κοινὴν σωτηρίαν εἰσενέγκασαι ταύτης ἔτυχον παρὰ τοῦ δήμου τιμῆς, ὥστʼ ἐξουσίαν ἔχειν ἐφʼ ἁρμάτων ὀχεῖσθαι κατὰ τὴν πόλιν.
也有人说,因为妇女们为了共同的安全捐出了她们的金饰,她们获得了来自民众的这项荣誉,即有权在城里乘马车出行。

词汇与语法注释

  1. 14.116.3ἀπορούντων δʼ αὐτῶν, ᾧ τρόπῳ δηλώσειαν ... διὰ τὸ τοὺς Κελτοὺς ... περιστρατοπεδεύειν — `ἀπορούντων δʼ αὐτῶν` 为属格独立结构。`ᾧ τρόπῳ δηλώσειαν` 是间接疑问从句,其中的 希求语气(`δηλώσειαν`)用作斜格希求(oblique optative),以照应主句的过去时态(`ὑπέσχετο`)。`διὰ τὸ ...` 是由介词 `διά` 配合带冠词不定式 `περιστρατοπεδεύειν` 构成的表示原因的短语,`τοὺς Κελτοὺς` 是该不定式在逻辑上的主语(宾格)。
  2. 14.116.4ἔλαθε προσελθών — 动词 `λανθάνω`(`ἔλαθε`)与分词(`προσελθών`)结合,表示“不为人知地做某事”或“在不被察觉的情况下做某事”,意为“悄悄接近”。
  3. 14.116.9λέγουσι δέ τινες καὶ διότι — 此处连词 `διότι` 代替了更常见的 `ὅτι`,用以引导 `λέγουσι` 后的名词性从句(这是后期希腊语中常见的用法)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.116.1-14.116.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.116.1-14.116.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。