§14.115.1οἱ δὲ Κελτοί, πολλοὺς καὶ παρʼ αὐτὸν τὸν ποταμὸν ἀνῃρηκότες, οὐδʼ οὕτως ἀφίσταντο τῆς φιλοτιμίας, ἀλλʼ ἐπὶ τοὺς διανηχομένους ἠκόντιζον.
凯尔特人即使在河边本身也杀戮了许多人,但他们仍不放弃好战的斗志,而是向正在游水渡河的人投掷标枪。
καὶ πολλῶν βελῶν ἀφιεμένων εἰς ἀθρόους τοὺς ἐν τῷ ποταμῷ, συνέβαινε μὴ διαμαρτάνειν τοὺς βάλλοντας.
由于向在河中聚集的人群投射了大量飞弹,投掷者们便百发百中。
ὅθεν οἱ μὲν καιρίαις περιπεσόντες πληγαῖς εὐθέως ἐτελεύτων, οἱ δὲ κατατραυματιζόμενοι καὶ διὰ τὴν περὶ τὸ αἷμα ῥύσιν καὶ σφοδρότητα τοῦ ῥεύματος ἐκλυόμενοι παρεφέροντο.
因此,有些人遭受致命伤当场死亡,有些人则伤势严重,因流血和水流湍急而精疲力竭,被水流冲走。
§14.115.2τοιαύτης δὲ συμφορᾶς γενομένης περὶ τοὺς Ῥωμαίους, οἱ μὲν πλεῖστοι τῶν διασωθέντων πόλιν Βηίους κατελάβοντο, προσφάτως ὑφʼ ἑαυτῶν κατεσκαμμένην, καὶ τόν τε τόπον ὠχύρουν κατὰ τὸ δυνατὸν καὶ τοὺς ἐκ τῆς φυγῆς σωζομένους ἀνελάμβανον·
罗马人遭遇了如此惨重的灾难,幸存者中的大多数人退守到最近被他们自己摧毁的维哀城,尽其所能地加固该地,并收容那些从败退中幸存下来的人。
ὀλίγοι δὲ τῶν διανηξαμένων ἄνοπλοι φυγόντες εἰς Ῥώμηνἀπήγγειλαν πάντας ἀπολωλέναι.
然而,游水过去并赤手空拳逃回罗马的少数人则报告说,所有人都已丧生。
τηλικούτων δʼ ἀτυχημάτων ἠγγελμένων τοῖς ἐν τῇ πόλει καταλελειμμένοις, εἰς ἀπορίαν ἅπαντες ἐνέπιπτον·
当如此巨大的灾难被报告给留在城里的人时,所有人都陷入了绝望之中。
§14.115.3ἀνθίστασθαι μὲν γὰρ ἀδύνατον εἶναι διελάμβανον, ἁπάντων τῶν νέων ἀπολωλότων, φεύγειν δὲ μετὰ τέκνων καὶ γυναικῶν ἐπικίνδυνον ἦν λίαν, τῶν πολεμίων ἐγγὺς ὑπαρχόντων.
因为他们认为,既然所有的年轻人都已丧生,抵抗是不可能的,而在敌人逼近的情况下,带着妇孺逃跑也是极其危险的。
πολλοὶ μὲν οὖν τῶν ἰδιωτῶν πανοίκιοι πρὸς τὰς ἀστυγείτονας πόλεις ἔφευγον, οἱ δʼ ἄρχοντες τῆς πόλεως παραθαρσύνοντες τὰ πλήθη προσέταττον ταχέως ἐπὶ τὸ Καπετώλιον τόν τε σῖτον καὶ τὰ λοιπὰ τῶν ἀναγκαίων ἀποκομίζειν.
因此,许多平民携全家逃往邻近的城市,而城里的长官们则鼓励民众,命令他们迅速将谷物和其他生活必需品运往卡皮托尔山。
§14.115.4οὗ γενηθέντος ἔγεμεν ἡ ἀκρόπολις καὶ τὸ Καπετώλιον χωρὶς τῶν εἰς τροφὴν ἀνηκόντων ἀργυρίου τε καὶ χρυσίου καὶ τῆς πολυτελεστάτης ἐσθῆτος, ὡς ἂν ἐξ ὅλης τῆς πόλεως εἰς ἕνα τόπον τῶν ἀγαθῶν συνηθροισμένων.
完成此事后,卫城和卡皮托尔山除了食物以外,还装满了金银和最昂贵的衣服,仿佛整个城市的财宝都被聚集到了一个地方。
οὗτοι μὲν οὖν τὰ δυνατὰ τῶν χρημάτων μετεκόμιζον καὶ τὸν προειρημένον τόπον ὠχύρουν, ἀναστροφὴν ἔχοντες τρεῖς ἡμέρας.
因此,这些人运走了他们能运走的财产,并加固了前述地方,他们获得了三天的缓冲时间。
§14.115.5οἱ γὰρ Κελτοὶ τὴν μὲν πρώτην ἡμέραν διετέλεσαν ἀποκόπτοντες τὰς κεφαλὰς τῶν τετελευτηκότων κατὰ τὸ πάτριον ἔθος· τὰς δὲ δύο παρὰ τὴν πόλιν στρατοπεδεύοντες, καὶ τὰ μὲν τείχη θεωροῦντες ἔρημα, κραυγὴν δὲ αἰσθόμενοι γινομένην, ἣν ἐποίουν οἱ τὰ χρησιμώτατα μεταφέροντες εἰς τὴν ἀκρόπολιν, ὑπελάμβανον ἐνεδρεύειν ἑαυτοῖς τοὺς Ῥωμαίους.
因为凯尔特人在第一天按照他们的祖俗斩下死者的头颅;随后的两天里,他们在城市附近驻扎,虽然看到城墙上空无一人,但听到一阵喧闹声,这是那些正将最贵重的财产运往卫城的人发出的,于是他们怀疑罗马人正向他们设下埋伏。
§14.115.6τῇ τετάρτῃ δʼ ἡμέρᾳ γνόντες τὴν ἀλήθειαν, τάς τε πύλας ἐξέκοψαν καὶ τὴν πόλιν ἐλυμαίνοντο, χωρὶς ὀλίγων οἰκιῶν ἐν τῷ Παλατίῳ.
第四天,当他们得知真相后,便砸开城门洗劫了城市,除了帕拉蒂尼山上的少数房屋。
μετὰ δὲ ταῦτα προσβολὰς ποιούμενοι καθʼ ἡμέραν πρὸς ὀχυροὺς τόπους, οὐθὲν μὲν ἀξιόλογον ἔβλαπτον τοὺς ὑπεναντίους, ἑαυτῶν δὲ πολλοὺς ἀπέβαλλον· ὅμως δʼ οὐκ ἀφίσταντο τῆς φιλοτιμίας, ἐλπίζοντες, ἐὰν μὴ βίᾳ κρατήσωσι, τῷ γε χρόνῳ πάντως τῶν ἀναγκαίων ἐκλιπόντων καταπονήσειν.
此后,他们每天对要塞发起进攻,却未能对对手造成任何值得一提的损害,反而损失了许多自己的人;然而,他们并没有放弃好战的斗志,希望即使不能以武力攻克,随着时间推移,在生活必需品完全耗尽时,也必能将对方彻底耗垮。