Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.116.1-14.116.9

カピトリウム防衛とローマ撤兵交渉

410 / 723 箇所 · ギリシア語

要旨

ウェイイに逃れたローマ人がテュレニア人を破って再武装し、コミニウスが包囲されたカピトリウムへの連絡に成功する。その後、ケルト人によるカピトリウムへの夜襲が聖なるガチョウとマンリウスの奮戦で阻止され、ローマは金で平和を買うが、戦後の急な再建により市街地は狭く曲がりくねったものになる。

§14.116.1τῶν δὲ Ῥωμαίων ἐν τοιαύταις ταραχαῖς ὄντων, οἱ παροικοῦντες Τυρρηνοὶ μετὰ δυνάμεως ἁδρᾶς ἐπεπορεύοντο τὴν τῶν Ῥωμαίων χώραν λεηλατοῦντες, καὶ πολλῶν μὲν σωμάτων, οὐκ ὀλίγης δʼ ὠφελείας ἐγκρατεῖς ἐγένοντο.
ローマ人たちがこのような混乱のうちにある中、近隣に住むテュレニア人たちが、大軍を率いてローマの領土を略奪しながら侵攻し、多くの捕虜と少なからぬ戦利品を手中に収めた。
οἱ δʼ εἰς τοὺς Βηίους τῶν Ῥωμαίων πεφευγότες ἀπροσδοκήτως τοῖς Τυρρηνοῖς ἐπιπεσόντες ἐτρέψαντο, καὶ τήν τε λείαν ἀφείλαντο καὶ τῆς παρεμβολῆς ἐκυρίευσαν.
しかし、ウェイイへと逃れていたローマ人たちが、テュレニア人たちに不意を突いて襲いかかり、彼らを敗走させ、戦利品を奪い返し、その陣営を占領した。
§14.116.2ἐγκρατεῖς δὲ γενόμενοι πολλῶν ὅπλων τοῖς τε ἀνόπλοις οὖσι διέδωκαν καὶ τοὺς ἀπὸ τῆς χώρας ἀθροίζοντες καθώπλιζον·
彼らは多くの武器を手に入れると、武器を持たない者たちにそれを分配し、地方から集まってきた者たちを組織して武装させた。
ἐβούλοντο γὰρ τοὺς εἰς τὸ Καπετώλιον συμπεφευγότας ἐκ τῆς πολιορκίας ἐξελέσθαι.
というのも、彼らはカピトリウムに逃げ込んで包囲されている者たちを救い出したいと望んでいたからである。
§14.116.3ἀπορούντων δʼ αὐτῶν, ᾧ τρόπῳ δηλώσειαν τοῖς συγκεκλειμένοις διὰ τὸ τοὺς Κελτοὺς μεγάλαις δυνάμεσι περιστρατοπεδεύειν, Κομίνιός τις Πόντιος ὑπέσχετο παραθαρρύνειν τοὺς ἐν τῷ Καπετωλίῳ.
しかし、ケルト人たちが大軍で周囲に陣を敷いていたため、どのようにして包囲されている者たちにこのことを知らせるべきか彼らが途方に暮れていたとき、ポンティウス・コミニウスという者が、カピトリウムにいる者たちを励ましに行くと買って出た。
§14.116.4ὁρμήσας οὖν μόνος καὶ διανηξάμενος νυκτὸς τὸν ποταμόν, ἔλαθε προσελθών τινα πέτραν τοῦ Καπετωλίου δύσβατον, καὶ ταύτῃ μόγις ἑαυτὸν ἑλκύσας ἐδήλωσε τοῖς ἐν τῷ Καπετωλίῳ περὶ τῶν συνηθροισμένων εἰς Βηίους καὶ διότι καιρὸν τηρήσαντες ἐπιθήσονται τοῖς Κελτοῖς.
そこで、彼は一人で出発し、夜間に川を泳ぎ渡って、カピトリウムの登るのが困難なある岩壁に、気づかれることなく近づいた。 そして、そこをかろうじてよじ登ると、カピトリウムにいる者たちに、ウェイイに集まった者たちのことと、彼らが機会をうかがってケルト人たちを攻撃するつもりであることを伝えた。
οὗτος μὲν οὖν καταβὰς ᾗπερ ἀνέβη καὶ διακολυμβήσας τὸν Τίβεριν, εἰς Βηίους ἀνέστρεψεν·
こうして、彼は登ってきたのと同じ道を下り、ティベリス川を泳ぎ渡ってウェイイへと戻った。
§14.116.5οἱ δὲ Κελτοὶ κατανοήσαντες τὰ ἴχνη τοῦ προσφάτως ἀναβεβηκότος, συνετάξαντο κατὰ τῆς αὐτῆς πέτρας ἀναβῆναι νυκτός.
しかし、ケルト人たちは、最近そこを登った者の足跡に気づくと、夜間に同じ岩壁を登る計画を立てた。
διὸ καὶ περὶ μέσας νύκτας οἱ μὲν φύλακες παρερρᾳθυμηκότες ἦσαν τῆς φυλακῆς διὰ τὴν ὀχυρότητα τοῦ τόπου, τῶν δὲ Κελτῶν τινες κατὰ τῆς πέτρας προσανέβησαν.
そのため、真夜中ごろ、番兵たちはその場所の険しさゆえに警戒を怠っていたが、ケルト人たちの何人かが岩壁をよじ登ってきた。
§14.116.6τοὺς μὲν οὖν φύλακας ἔλαθον, χῆνες δʼ ἱεροὶ τῆς Ἥρας τρεφόμενοι, καὶ θεωρήσαντες ἀναβαίνοντας κραυγὴν ἐποίουν.
彼らは番兵たちには気づかれなかったが、飼育されていたヘラ(ジュノー)の聖なるガチョウたちが、彼らが登ってくるのを見て騒がしく鳴き立てた。
συνδραμόντων δὲ τῶν φυλάκων ἐπὶ τὸν τόπον, οὗτοι μὲν καταπλαγέντες οὐκ ἐτόλμων προσελθεῖν, Μάρκος δέ τις Μάλλιος, ἔνδοξος ἀνήρ, ἐκβοηθήσας ἐπὶ τὸν τόπον τῷ μὲν ξίφει τὴν χεῖρα τοῦ προσαναβαίνοντος ἀπέκοψε, τῷ δὲ θυρεῷ πατάξας εἰς τὸ στῆθος ἀπεκύλισεν αὐτὸν ἀπὸ τῆς πέτρας.
番兵たちがその場所に駆けつけたとき、彼らは恐怖に怯えて近づこうとしなかったが、マルクス・マンリウスという高名な男がその場所に救援に駆けつけ、剣で登ってこようとする者の手を切り落とし、盾で相手の胸を突いて岩壁から突き落とした。
§14.116.7παραπλησίως δὲ καὶ τοῦ δευτέρου προσαναβαίνοντος ἀπολομένου, οἱ λοιποὶ ταχέως πάντες ἔφυγον·
同様に二人目の登ってきた者も打ち殺されると、残りの者たちは皆すぐに逃げ去った。
ἀπορρῶγος δὲ τῆς πέτρας οὔσης ἅπαντες κατακρημνισθέντες ἐτελεύτησαν.
しかし岩壁が切り立っていたため、全員が崖下に転落して死亡した。
διόπερ πρεσβευομένων τῶν Ῥωμαίων περὶ διαλύσεως, ἐπείσθησαν χιλίας λαβόντες λίτρας χρυσίου τὴν πόλιν ἐκλιπεῖν καὶ ἐκ τῆς Ῥωμαίων χώρας ἀπαλλαγῆναι.
そのため、ローマ人たちが和議について使節を送ったとき、彼ら(ケルト人)は金1000リトラを受け取ることで、市を去り、ローマの領土から退去することに同意した。
§14.116.8Ῥωμαῖοι δέ, τῶν μὲν οἰκιῶν κατεσκαμμένων, τῶν δὲ πλείστων πολιτῶν ἀπολωλότων, ἔδωκαν ἐξουσίαν τῷ βουλομένῳ καθʼ ὃν προῄρηται τόπον οἰκίαν οἰκοδομεῖν, καὶ δημοσίας κεραμῖδας ἐχορήγουν, αἳ μέχρι τοῦ νῦν πολιτικαὶ καλοῦνται.
ローマ人たちは、家々が破壊され、市民の大部分が死亡していたため、望む者には誰でも、自分が選んだ場所に家を建てる許可を与え、公の瓦を提供した。 これらは今日に至るまで「市民の瓦」と呼ばれている。
§14.116.9ἁπάντων οὖν πρὸς τὴν ἰδίαν προαίρεσιν οἰκοδομούντων, συνέβη τὰς κατὰ πόλιν ὁδοὺς στενὰς γενέσθαι καὶ καμπὰς ἐχούσας·
こうして全員がそれぞれの好みに従って家を建てたため、市内の道路は狭く、曲がりくねったものになってしまった。
διόπερ ὕστερον αὐξηθέντες οὐκ ἠδυνήθησαν εὐθείας ποιῆσαι τὰς ὁδούς.
そのため、後に市が発展したときにも、彼らは道路をまっすぐに直すことができなかった。
λέγουσι δέ τινες καὶ διότι τὸν χρυσοῦν κόσμον αἱ γυναῖκες εἰς τὴν κοινὴν σωτηρίαν εἰσενέγκασαι ταύτης ἔτυχον παρὰ τοῦ δήμου τιμῆς, ὥστʼ ἐξουσίαν ἔχειν ἐφʼ ἁρμάτων ὀχεῖσθαι κατὰ τὴν πόλιν.
また、一説によれば、女性たちが共同の救済のために金の装飾品を拠出したため、民衆からこのような栄誉を与えられ、市内で馬車に乗って移動する特権を得たのだという。

語釈・文法注

  1. 14.116.3ἀπορούντων δʼ αὐτῶν, ᾧ τρόπῳ δηλώσειαν ... διὰ τὸ τοὺς Κελτοὺς ... περιστρατοπεδεύειν — `ἀπορούντων δʼ αὐτῶν` は独立属格構文。`ᾧ τρόπῳ δηλώσειαν` は間接疑問節で、主節の過去の文脈(`ὑπέσχετο`)に対応して希求法(斜格希求法)が用いられている。`διὰ τὸ ...` は前置詞 `διά` と対格中性冠詞を伴う不定詞 `περιστρατοπεδεύειν` が原因を表す句を形成しており、`τοὺς Κελτοὺς` はその不定詞の意味上の主語(対格)である。
  2. 14.116.4ἔλαθε προσελθών — 動詞 `λανθάνω`(過去形 `ἔλαθε`)と分詞(`προσελθών`)の結合により、「気づかれずに〜する」「〜したときに見つからなかった」という意を表す。「気づかれずに近づいた」と訳す。
  3. 14.116.9λέγουσι δέ τινες καὶ διότι — `λέγουσι` に対する名詞節を導く接続詞として、通常使われる `ὅτι` ではなく `διότι` が用いられている(後期ギリシア語にしばしば見られる用法)。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.116.1-14.116.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.116.1-14.116.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。