Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.117.1-14.117.9

卡米路斯的胜利与周边部族的败退

第 411 段,共 723 段 · 希腊语

内容简介

被任命为独裁官的卡米路斯接连击败沃尔斯奇人、埃奎库拉尼人、泰伦尼亚人和加拉太人,解救了罗马及其盟友。作者还提及历史学家卡利斯提尼的写作范围,并以此结束第十四卷。

§14.117.1ταπεινῶν δʼ ὄντων τῶν Ῥωμαίων διὰ τὴν προειρημένην συμφοράν, οἱ Οὐόλσκοι πρὸς αὐτοὺς πόλεμον ἐξήνεγκαν.
在罗马人因上述灾难而衰弱之际,沃尔斯奇人向他们发动了战争。
οἱ μὲν οὖν χιλίαρχοι τῶν Ῥωμαίων καταγράψαντες στρατιώτας, καὶ προαγαγόντες τὴν δύναμιν εἰς ὕπαιθρον, ἐν τῷ καλουμένῳ Μαρκίῳ κατεστρατοπέδευσαν, ἀπέχοντες ἀπὸ Ῥώμης σταδίους διακοσίους.
于是,罗马人的千人队长们招募了士兵,将军队带到户外,在被称为马尔基乌姆的地方安营扎寨,此处距离罗马两百斯塔德。
§14.117.2τῶν δὲ Οὐόλσκων μετὰ μείζονος στρατιᾶς ἀντικαθημένων καὶ τῇ παρεμβολῇ προσβαλλόντων, οἱ κατὰ τὴν Ῥώμην φοβηθέντες ὑπὲρ τῶν ἐν τῷ στρατοπέδῳ, κατέστησαν αὐτοκράτορα μὲν Μάρκον Φούριον
由于沃尔斯奇人带着更大的军队在对面对峙并攻击营地,罗马城里的人为营地里的人感到担忧,便任命马尔库斯·弗里乌斯为独裁官。
§14.117.3οὗτοι δὲ πάντας τοὺς ἐν ἡλικίᾳ καθοπλίσαντες νυκτὸς ἐξῆλθον, καὶ καταλαβόντες ἅμʼ ἡμέρᾳ τοὺς Οὐόλσκους τῇ παρεμβολῇ προσμαχομένους, ἐπιφανέντες κατὰ νώτου ῥᾳδίως ἐτρέψαντο.
他们将所有处于军龄的人武装起来并在夜间出发,黎明时分,他们遇上了正在攻击营地的沃尔斯奇人,并出现在其后方,轻易击败了他们。
ἐξελθόντων δὲ καὶ τῶν ἐκ τῆς παρεμβολῆς, εἰς μέσον ἀποληφθέντες οἱ Οὐόλσκοι σχεδὸν ἅπαντες κατεκόπησαν.
随着营地里的人也冲了出来,被夹在中间的沃尔斯奇人几乎全军覆没。
διόπερ τὸν ἔμπροσθεν χρόνον ἰσχυροὶ δοκοῦντες εἶναι, διὰ τὴν συμφορὰν ταύτην ἀσθενέστατοι τῶν περιοικούντων ἐθνῶν ἐγενήθησαν.
因此,虽然他们以前被认为是强大的,但由于这次灾难,他们成为了周围邻国中最弱的国家。
§14.117.4μετὰ δὲ τὴν μάχην ἀκούσας ὁ αὐτοκράτωρ πορθεῖσθαι Βώλας ὑπὸ Αἰκουλανῶν, τῶν νῦν Αἰκίκλων καλουμένων, ἀγαγὼν τὴν δύναμιν τοὺς πλείστους τῶν πολιορκούντων ἀνεῖλεν.
战斗结束后,独裁官听说波莱正受到埃奎库拉尼人(现称为埃奎科利人)的劫掠,便率军前往,消灭了大部分包围者。
ἐκεῖθεν δʼ ἀνέζευξεν εἰς Σουτριανήν, οὖσαν ἀποικίαν, ἣν οἱ Τυρρηνοὶ βίᾳ κατειλήφεισαν.
从那里他出发前往苏特里乌姆,这是一处曾被泰伦尼亚人武力占领的殖民地。
προσπεσὼν οὖν ἄφνω τοῖς Τυρρηνοῖς πολλοὺς μὲν αὐτῶν ἀνεῖλε, τὴν δὲ πόλιν ἀνέσωσε τοῖς Σουτριαίοις.
他突然袭击泰伦尼亚人,杀死了他们中的许多人,为苏特里亚人收复了城市。
§14.117.5τῶν δʼ ἀπεληλυθότων Γαλατῶν ἀπὸ Ῥώμης Οὐεάσκιον τὴν πόλιν σύμμαχον οὖσαν Ῥωμαίων πορθούντων, ἐπιθέμενος αὐτοῖς ὁ αὐτοκράτωρ καὶ τοὺς πλείστους ἀποκτείνας τῆς ἀποσκευῆς πάσης ἐκυρίευσεν, ἐν ᾗ καὶ τὸ χρυσίον ἦν ὃ εἰλήφεισαν εἰς Ῥώμην καὶ σχεδὸν ἅπαντα τὰ διηρπασμένα κατὰ τὴν τῆς πόλεως ἅλωσιν.
当从罗马撤退的加拉太人劫掠罗马的同盟城市维亚斯基乌姆时,独裁官袭击了他们,在杀死了大部分人后,夺取了他们所有的行囊,其中也有他们在罗马得到的黄金,以及几乎所有在城市陷落时被掠夺的物资。
§14.117.6τοσαῦτα δὲ διαπραξάμενος διὰ τὸν φθόνον τῶν δημάρχων ἐκωλύθη θρίαμβον καταγαγεῖν.
尽管他立下了如此丰功伟绩,但由于平民保民官的嫉妒,他被阻止举行凯旋式。
ἔνιοι δέ φασιν αὐτὸν ἀπὸ Τούσκων θρίαμβον ἀγαγεῖν ἐπὶ λευκοῦ τεθρίππου, καὶ διὰ τοῦτο δυσὶν ὕστερον ἔτεσιν ὑπὸ τοῦ δήμου πολλοῖς χρήμασι καταδικασθῆναι· περὶ οὗ κατὰ τοὺς οἰκείους χρόνους ἐπιμνησθησόμεθα.
然而,也有人说他曾因战胜埃托利亚人(托斯坎人)而乘着由四匹白马拉着的战车举行过凯旋式,并因此在两年后被民众判处巨额罚款;关于此事,我们将在适当的时候予以提及。
§14.117.7οἱ δʼ εἰς τὴν Ἰαπυγίαν τῶν Κελτῶν ἐληλυθότες ἀνέστρεψαν διὰ τῆς τῶν Ῥωμαίων χώρας· καὶ μετʼ ὀλίγον ὑπὸ Κερίων ἐπιβουλευθέντες νυκτὸς ἅπαντες κατεκόπησαν ἐν τῷ Τραυσίῳ πεδίῳ.
而前往伊阿皮吉亚的凯尔特人则经由罗马人的领土返回;不久之后,他们在夜间遭到凯里亚人的暗算,在特劳西乌姆平原上全军覆没。
§14.117.8Καλλισθένης δʼ ὁ ἱστοριογράφος ἀπὸ τῆς κατὰ τοῦτον τὸν ἐνιαυτὸν γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς Ἀρταξέρξην τὸν τῶν Περσῶν βασιλέα τὴν ἱστορίαν ἦρκται γράφειν· διελθὼν δὲ τριακονταετῆ χρόνον ἔγραψε μὲν βύβλους δέκα, τὴν δὲ τελευταίαν κατέπαυσε τῆς συντάξεως εἰς τὴν ὑπὸ τοῦ Φιλομήλου τοῦ Φωκέως κατάληψιν τοῦ ἐν Δελφοῖς ἱεροῦ.
历史学家卡利斯提尼从该年希腊人与波斯国王阿尔塔薛西斯之间达成的和平开始撰写他的历史;他叙述了三十年的时间,写了十卷书,并将他这部著作的最后一卷终结于福基斯人菲洛梅洛斯占领德尔斐神庙。
§14.117.9ἡμεῖς δʼ ἐπεὶ πάρεσμεν ἐπὶ τὴν γενομένην τοῖς Ἕλλησιν εἰρήνην πρὸς Ἀρταξέρξην καὶ τὸν τῆς Ῥώμης ὑπὸ Γαλατῶν κίνδυνον, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τοῦτο τέλος ποιησόμεθα τῆσδε τῆς βύβλου.
由于我们已经叙述到希腊人与阿尔塔薛西斯之间达成和平以及加拉太人给罗马带来的危机,我们将根据最初的计划,将此作为本卷的结尾。

词汇与语法注释

  1. 14.117.2Μάρκον Φούριον — 在此处文本中脱落了家族名“卡米路斯”(Κάμιλλον),但在语境上显然是指马尔库斯·弗里乌斯·卡米路斯。下一节开头的复数主语“他们”(οὗτοι δὲ)泛指新任命的独裁官及其率领的军队。
  2. 14.117.5τῶν δʼ ἀπεληλυθότων Γαλατῶν ... πορθούντων — 属格绝对结构(Genitive Absolute)。它引入了从句主语“加拉太人”,与主句主语“独裁官”(ὁ αὐτοκράτωρ)相独立,以此交代主句动作发生背景的状况。
  3. 14.117.8τὴν δὲ τελευταίαν κατέπαυσε τῆς συντάξεως — τὴν τελευταίαν(最后一卷)为阴性单数宾格,修饰语境中省去的“书”(βύβλον)。τῆς συντάξεως(著作的、编纂的)为分离属格,由动词 κατέπαυσε(使结束)所支配。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.117.1-14.117.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.117.1-14.117.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。