Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.115.1-14.115.6

ケルト人によるローマ侵入とカピトリウム包囲

409 / 723 箇所 · ギリシア語

要旨

ケルト人は敗走して泳ぎ渡るローマ兵を追撃し甚大な打撃を与え、生き残ったローマ人はウェイイへの避難やカピトリウムへの物資集積を行って籠城に備えたが、4日目にケルト人が侵入して略奪を働き包囲戦を始めた。

§14.115.1οἱ δὲ Κελτοί, πολλοὺς καὶ παρʼ αὐτὸν τὸν ποταμὸν ἀνῃρηκότες, οὐδʼ οὕτως ἀφίσταντο τῆς φιλοτιμίας, ἀλλʼ ἐπὶ τοὺς διανηχομένους ἠκόντιζον.
ケルト人たちは、川のほとり自体でも多くの者を殺害していたが、それでもなお彼らの闘志は衰えず、泳ぎ渡ろうとする者たちに向けて槍を投げかけた。
καὶ πολλῶν βελῶν ἀφιεμένων εἰς ἀθρόους τοὺς ἐν τῷ ποταμῷ, συνέβαινε μὴ διαμαρτάνειν τοὺς βάλλοντας.
そして、川の中に群がっている者たちに対して多くの飛び道具が放たれたため、投げる者たちが的を外すことはなかった。
ὅθεν οἱ μὲν καιρίαις περιπεσόντες πληγαῖς εὐθέως ἐτελεύτων, οἱ δὲ κατατραυματιζόμενοι καὶ διὰ τὴν περὶ τὸ αἷμα ῥύσιν καὶ σφοδρότητα τοῦ ῥεύματος ἐκλυόμενοι παρεφέροντο.
そのため、ある者たちは致命傷を受けて即死し、またある者たちは次々と傷を負わされ、出血と激しい流れのために力を失って流されていった。
§14.115.2τοιαύτης δὲ συμφορᾶς γενομένης περὶ τοὺς Ῥωμαίους, οἱ μὲν πλεῖστοι τῶν διασωθέντων πόλιν Βηίους κατελάβοντο, προσφάτως ὑφʼ ἑαυτῶν κατεσκαμμένην, καὶ τόν τε τόπον ὠχύρουν κατὰ τὸ δυνατὸν καὶ τοὺς ἐκ τῆς φυγῆς σωζομένους ἀνελάμβανον·
ローマ人たちにこのような災厄が降りかかったため、生き延びた者の大部分は、最近自分たちによって破壊された都市であるウェイイへと逃れ、その場所をできる限り要塞化し、敗走から生き延びた者たちを受け入れて保護した。
ὀλίγοι δὲ τῶν διανηξαμένων ἄνοπλοι φυγόντες εἰς Ῥώμηνἀπήγγειλαν πάντας ἀπολωλέναι.
しかし、泳ぎ渡った者のうち武器を持たずに逃げ延びた少数の者たちは、ローマに到着すると、全員が死亡したと報告した。
τηλικούτων δʼ ἀτυχημάτων ἠγγελμένων τοῖς ἐν τῇ πόλει καταλελειμμένοις, εἰς ἀπορίαν ἅπαντες ἐνέπιπτον·
これほど甚大な災難が市内に取り残されていた者たちに報告されると、すべての者が途方に暮れた。
§14.115.3ἀνθίστασθαι μὲν γὰρ ἀδύνατον εἶναι διελάμβανον, ἁπάντων τῶν νέων ἀπολωλότων, φεύγειν δὲ μετὰ τέκνων καὶ γυναικῶν ἐπικίνδυνον ἦν λίαν, τῶν πολεμίων ἐγγὺς ὑπαρχόντων.
なぜなら、若者たちが全員死亡したため、抵抗することは不可能であると彼らは考えたからであり、また敵が近くに迫っているため、子供や妻を連れて逃げることも極めて危険であったからである。
πολλοὶ μὲν οὖν τῶν ἰδιωτῶν πανοίκιοι πρὸς τὰς ἀστυγείτονας πόλεις ἔφευγον, οἱ δʼ ἄρχοντες τῆς πόλεως παραθαρσύνοντες τὰ πλήθη προσέταττον ταχέως ἐπὶ τὸ Καπετώλιον τόν τε σῖτον καὶ τὰ λοιπὰ τῶν ἀναγκαίων ἀποκομίζειν.
そこで、多くの一般市民は家族全員で近隣の都市へと逃れたが、市の政務官たちは民衆を励まし、速やかにカピトリウムへと穀物やその他の必需品を運び込むよう命じた。
§14.115.4οὗ γενηθέντος ἔγεμεν ἡ ἀκρόπολις καὶ τὸ Καπετώλιον χωρὶς τῶν εἰς τροφὴν ἀνηκόντων ἀργυρίου τε καὶ χρυσίου καὶ τῆς πολυτελεστάτης ἐσθῆτος, ὡς ἂν ἐξ ὅλης τῆς πόλεως εἰς ἕνα τόπον τῶν ἀγαθῶν συνηθροισμένων.
これが行われると、アクロポリスとカピトリウムは、食料に属するもののほかに、銀や金、そして極めて高価な衣服で満たされ、あたかも市全体から財宝が1つの場所に集められたかのようになった。
οὗτοι μὲν οὖν τὰ δυνατὰ τῶν χρημάτων μετεκόμιζον καὶ τὸν προειρημένον τόπον ὠχύρουν, ἀναστροφὴν ἔχοντες τρεῖς ἡμέρας.
こうして、彼らは可能な限りの財産を運び込み、前述の場所を補強したが、これには3日間の猶予があった。
§14.115.5οἱ γὰρ Κελτοὶ τὴν μὲν πρώτην ἡμέραν διετέλεσαν ἀποκόπτοντες τὰς κεφαλὰς τῶν τετελευτηκότων κατὰ τὸ πάτριον ἔθος· τὰς δὲ δύο παρὰ τὴν πόλιν στρατοπεδεύοντες, καὶ τὰ μὲν τείχη θεωροῦντες ἔρημα, κραυγὴν δὲ αἰσθόμενοι γινομένην, ἣν ἐποίουν οἱ τὰ χρησιμώτατα μεταφέροντες εἰς τὴν ἀκρόπολιν, ὑπελάμβανον ἐνεδρεύειν ἑαυτοῖς τοὺς Ῥωμαίους.
というのも、ケルト人たちは最初の1日を、祖先の風習に従って死者の首を切り落とすことに費やし、残りの2日間は市の近くに陣営を張り、城壁に守り手がいないのを見つつも、アクロポリスに最も有用な財産を運び込んでいる者たちが立てていた騒ぎ声を耳にして、ローマ人たちが自分たちに対して待ち伏せをしているのではないかと疑っていたからである。
§14.115.6τῇ τετάρτῃ δʼ ἡμέρᾳ γνόντες τὴν ἀλήθειαν, τάς τε πύλας ἐξέκοψαν καὶ τὴν πόλιν ἐλυμαίνοντο, χωρὶς ὀλίγων οἰκιῶν ἐν τῷ Παλατίῳ.
4日目に彼らは真実を知ると、門を叩き壊して市を略奪したが、パラティウムにある少数の家は除外された。
μετὰ δὲ ταῦτα προσβολὰς ποιούμενοι καθʼ ἡμέραν πρὸς ὀχυροὺς τόπους, οὐθὲν μὲν ἀξιόλογον ἔβλαπτον τοὺς ὑπεναντίους, ἑαυτῶν δὲ πολλοὺς ἀπέβαλλον·
この後、彼らは日々要害の地に対して攻撃を仕掛けたが、敵に対して目立った損害を与えることはできず、むしろ自分たちの側の多くの兵を失った。
ὅμως δʼ οὐκ ἀφίσταντο τῆς φιλοτιμίας, ἐλπίζοντες, ἐὰν μὴ βίᾳ κρατήσωσι, τῷ γε χρόνῳ πάντως τῶν ἀναγκαίων ἐκλιπόντων καταπονήσειν.
それでも彼らは闘志を捨てず、たとえ力によって制圧できずとも、時の経過とともに必需品が完全に尽きれば、必ずや敵を屈服させることができるだろうと期待していた。

語釈・文法注

  1. 14.115.1φιλοτιμίας — 通常は「名誉欲」や「競争心」を意味するが、ここでは戦意や攻撃の手を緩めない「好戦的な執念」の意味で用いられている。14.115.6 でも同様の意味で繰り返されている。
  2. 14.115.2προσφάτως ὑφʼ ἑαυτῶν κατεσκαμμένην — 完了受動分詞 κατεσκαμμένην は先行する女性単数対格名詞 πόλιν Βηίους を修飾する。再帰代名詞属格 ἑαυτῶν は分詞の意味上の主語(ローマ人自身)を指し、自国によって最近破壊された街(前396年のカミッルスによるウェイイ攻略)であることを示している。
  3. 14.115.4ὡς ἂν ἐξ ὅλης τῆς πόλεως εἰς ἕνα τόπον τῶν ἀγαθῶν συνηθροισμένων — 比喩的な比較を表す ὡς ἄν を伴った属格独立分詞構文。分詞 συνηθροισμένων(完了受動分詞複数属格)の意味上の主語は τῶν ἀγαθῶν である。「あたかも市全体の財宝が集められたかのように」という仮定的な描写を表す。
  4. 14.115.6ἐλπίζοντες, ἐὰν μὴ βίᾳ κρατήσωσι, τῷ γε χρόνῳ πάντως τῶν ἀναγκαίων ἐκλιπόντων καταπονήσειν — 分詞 ἐλπίζοντες の目的語として未来不定詞 καταπονήσειν(屈服させる、他動詞)が置かれている。その主語(ケルト人たち)は文脈上省略されており、条件節 ἐὰν μὴ βίᾳ κρατήσωσι と独立分詞構文 τῶν ἀναγκαίων ἐκλιπόντων がその中に組み込まれた複雑な文構造である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.115.1-14.115.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.115.1-14.115.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。