Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.108.1-14.108.6

狄奥尼修斯围攻雷吉翁与菲顿的抵抗

第 402 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯企图通过向雷吉翁索要粮食来施展计谋,但雷吉翁人看穿其意图并予以拒绝,导致围城战爆发。雷吉翁人在菲顿的指挥下顽强抵抗,狄奥尼修斯本人虽受重伤,仍坚持围攻。

§14.108.1ἀγαγὼν οὖν πρὸς τὸν πορθμὸν τὰς δυνάμεις, τὰ πρὸς τὴν διάβασιν παρεσκευάζετο.
于是,他率军前往海峡,准备渡海。
καὶ πρῶτον μὲν ᾔτει τοὺς Ῥηγίνους ἀγοράς, ἐπαγγελλόμενος ταχέως τὰς δοθείσας ἀποστέλλειν ἐκ Συρακουσῶν.
首先,他向雷吉翁人请求提供粮食,并承诺会迅速从叙拉古运送同等数量的粮食归还。
τοῦτο δʼ ἔπραττεν, ὅπως μὴ διδόντων μὲν αὐτῶν δικαίως δόξῃ τὴν πόλιν ἑλεῖν, δόντων δʼ ἐνόμιζεν ἐξαναλώσειν αὐτῶν τὸν σῖτον καὶ προσκαθίσας τὴν πόλιν διὰ τὴν σπάνιν ταχὺ κυριεύσειν αὐτῆς.
他这样做是出于以下考虑:如果他们不给,他便显得有正当理由攻取该城;而如果他们给,他则认为可以耗尽他们的粮食,并通过包围该城,利用粮食匮乏而迅速将其占领。
§14.108.2οἱ δὲ Ῥηγῖνοι τούτων μὲν οὐδὲν ὑπονοοῦντες τὸ μὲν πρῶτον ἐφʼ ἡμέρας τινὰς ἐχορήγουν τὰς τροφὰς λαμπρῶς· ὡς δὲ πλείονα χρόνον ἐνδιέτριβε, ποτὲ μὲν ἀρρωστίαν, ποτὲ δὲ ἄλλας προφάσεις ποριζόμενος, ὑπονοήσαντες αὐτοῦ τὴν ἐπιβολήν, οὐκέτι παρεῖχον τὰς τροφὰς τῷ στρατοπέδῳ.
而雷吉翁人对此毫无怀疑,起初几天慷慨地提供了粮食;但随着他停留了更长的时间,时而托病,时而寻找其他借口,他们便看穿了他的意图,不再向其军队提供食物。
§14.108.3ὁ δὲ Διονύσιος ἐπὶ τούτῳ προσποιηθεὶς ἀγανακτεῖν, τοὺς μὲν ὁμήρους τοῖς Ῥηγίνοις ἀπέδωκε, τὴν δὲ πόλιν περιστρατοπεδεύσας καθʼ ἡμέραν προσβολὰς ἐποιεῖτο.
狄奥尼修斯对此假装愤怒,将人质归还给雷吉翁人,并包围了该城,每日发起进攻。
κατεσκεύασε δὲ καὶ μηχανημάτων πολὺ πλῆθος ἀπίστων τοῖς μεγέθεσι, διʼ ὧν τὰ τείχη σαλεύων ἐφιλοτιμεῖτο κατὰ κράτος ἑλεῖν τὴν πόλιν.
他还制造了大量大小惊人的攻城器械,以此震动城墙,企图强行攻克该城。
§14.108.4οἱ δὲ Ῥηγῖνοι στρατηγὸν ἑλόμενοι Φύτωνα, καὶ πάντας τοὺς ἐν ἡλικίᾳ καθοπλίσαντες, ταῖς τε φυλακαῖς ἐπιμελῶς ἐχρῶντο καὶ κατὰ τὰς εὐκαιρίας ἐξιόντες ἐνεπύριζον τὰς τῶν πολεμίων μηχανάς.
雷吉翁人选举菲顿为将军,武装了所有适龄人口,既严密防守,又在有利时机出击,焚毁敌人的器械。
§14.108.5οὗτοι μὲν οὖν πολλάκις ὑπὲρ τῆς πατρίδος λαμπρῶς ἀγωνιζόμενοι πρὸ τῶν τειχῶν, τήν τε τῶν πολεμίων ὀργὴν ἐξέκαυσαν καὶ πολλοὺς μὲν ἑαυτῶν ἀπέβαλον, οὐκ ὀλίγους δὲ καὶ τῶν Σικελιωτῶν ἀνεῖλον.
于是,这些人多次在城墙前为祖国英勇作战,激起了敌人的怒火,虽然他们自己损失惨重,但也杀死不少西西里人。
§14.108.6καὶ αὐτὸν δὲ τὸν Διονύσιον συνέβη λόγχῃ πληγέντα παρὰ τὸν βουβῶνα παρʼ ὀλίγον μὲν τελευτῆσαι, μόγις δὲ αὑτὸν ἀναλαβεῖν ἐκ τοῦ τραύματος.
甚至狄奥尼修斯本人也因腹股沟处中枪而几乎丧命,好不容易才从伤痛中康复。
χρονιζούσης δὲ τῆς πολιορκίας διὰ τὸ τοὺς Ῥηγίνους ἀνυπέρβλητον εἰσφέρεσθαι σπουδὴν ὑπὲρ τῆς ἐλευθερίας, Διονύσιος τὰς μὲν δυνάμεις συνεῖχεν ἐν ταῖς καθʼ ἡμέραν προσβολαῖς καὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν οὐκ ἐγκατέλειπεν.
虽然由于雷吉翁人为了自由展现出无可比拟的热忱而使围攻拖延,但狄奥尼修斯依然让军队保持每日的进攻,没有放弃最初的意图。

词汇与语法注释

  1. §14.108.1ὅπως μὴ διδόντων μὲν αὐτῶν δικαίως δόξῃ τὴν πόλιν ἑλεῖν, δόντων δʼ ἐνόμιζεν ἐξαναλώσειν αὐτῶν τὸν σῖτον... — 连词 ὅπως 引导目的从句,支配虚拟语气动词 δόξῃ。然而,在以 δόντων δʼ 开始的对比性后半句中,句法结构脱离了 ὅπως 从句,转而由主句动词 ἐνόμιζεν(直说兵未完成过去时)支配,后接宾格不定式结构(ἐξαναλώσειν 和 κυριεύσειν)。其中 μὴ διδόντων ... αὐτῶν 与 δόντων 均为独立属格结构。
  2. §14.108.6συνέβη λόγχῃ πληγέντα... παρʼ ὀλίγον μὲν τελευτῆσαι, μόγις δὲ αὑτὸν ἀναλαβεῖν... — 无人称动词 συνέβη 取不定式 τελευτῆσαι 与 ἀναλαβεῖν 作为主语(或补足语)。分词 πληγέντα 为宾格,修饰作为不定式逻辑主语的狄奥尼修斯。介词短语 παρʼ ὀλίγον 为固定搭配,意为“几乎”、“差一点就……”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.108.1-14.108.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.108.1-14.108.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。