Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.108.1-14.108.6

ディオニュシオスのレギオン包囲とピュトンの抵抗

402 / 723 箇所 · ギリシア語

要旨

ディオニュシオスはレギオンに食料供給を求めて策略をめぐらすが、企みを見破られて拒絶され、包囲戦を開始する。レギオンはピュトンの指揮のもと激しく抵抗し、ディオニュシオスも重傷を負うが包囲を続ける。

§14.108.1ἀγαγὼν οὖν πρὸς τὸν πορθμὸν τὰς δυνάμεις, τὰ πρὸς τὴν διάβασιν παρεσκευάζετο.
そこで、彼は軍勢を海峡へと進め、渡海の準備を整えた。
καὶ πρῶτον μὲν ᾔτει τοὺς Ῥηγίνους ἀγοράς, ἐπαγγελλόμενος ταχέως τὰς δοθείσας ἀποστέλλειν ἐκ Συρακουσῶν.
そしてまず彼は、与えられた分をシュラクサイから速やかに送り返すと約束して、レギオンの人々に食料供給を要求した。
τοῦτο δʼ ἔπραττεν, ὅπως μὴ διδόντων μὲν αὐτῶν δικαίως δόξῃ τὴν πόλιν ἑλεῖν, δόντων δʼ ἐνόμιζεν ἐξαναλώσειν αὐτῶν τὸν σῖτον καὶ προσκαθίσας τὴν πόλιν διὰ τὴν σπάνιν ταχὺ κυριεύσειν αὐτῆς.
彼はこのことを次の目的で行った。 すなわち、もし彼らが与えない場合には、自分が正当な理由でその都市を攻略するように見えるためであり、もし与えた場合には、彼らの食糧を使い果たさせ、その都市を包囲して食糧不足によってすぐに支配下に置くことができると考えたからであった。
§14.108.2οἱ δὲ Ῥηγῖνοι τούτων μὲν οὐδὲν ὑπονοοῦντες τὸ μὲν πρῶτον ἐφʼ ἡμέρας τινὰς ἐχορήγουν τὰς τροφὰς λαμπρῶς·
レギオンの人々は、これらのことを何も疑わずに、最初は数日間、食料をふんだんに提供していた。
ὡς δὲ πλείονα χρόνον ἐνδιέτριβε, ποτὲ μὲν ἀρρωστίαν, ποτὲ δὲ ἄλλας προφάσεις ποριζόμενος, ὑπονοήσαντες αὐτοῦ τὴν ἐπιβολήν, οὐκέτι παρεῖχον τὰς τροφὰς τῷ στρατοπέδῳ.
しかし、彼がある時は病気を、ある時は他の口実を設けて、さらに長く留まると、彼の企みを疑うようになり、もはや軍隊に食料を提供しなくなった。
§14.108.3ὁ δὲ Διονύσιος ἐπὶ τούτῳ προσποιηθεὶς ἀγανακτεῖν, τοὺς μὲν ὁμήρους τοῖς Ῥηγίνοις ἀπέδωκε, τὴν δὲ πόλιν περιστρατοπεδεύσας καθʼ ἡμέραν προσβολὰς ἐποιεῖτο.
ディオニュシオスはこのことに憤慨したふりをして、人質をレギオンの人々に返還し、都市の周囲に陣営を敷いて連日攻撃を加えた。
κατεσκεύασε δὲ καὶ μηχανημάτων πολὺ πλῆθος ἀπίστων τοῖς μεγέθεσι, διʼ ὧν τὰ τείχη σαλεύων ἐφιλοτιμεῖτο κατὰ κράτος ἑλεῖν τὴν πόλιν.
彼はまた、驚くべき大きさの攻城兵器を数多く製造し、それらによって城壁を揺るがし、力ずくで都市を攻略しようと熱望した。
§14.108.4οἱ δὲ Ῥηγῖνοι στρατηγὸν ἑλόμενοι Φύτωνα, καὶ πάντας τοὺς ἐν ἡλικίᾳ καθοπλίσαντες, ταῖς τε φυλακαῖς ἐπιμελῶς ἐχρῶντο καὶ κατὰ τὰς εὐκαιρίας ἐξιόντες ἐνεπύριζον τὰς τῶν πολεμίων μηχανάς.
一方、レギオンの人々はピュトンを将軍に選び、兵役年齢のすべての者を武装させて、入念に見張りを行うとともに、好機に打って出ては敵の兵器を焼き払った。
§14.108.5οὗτοι μὲν οὖν πολλάκις ὑπὲρ τῆς πατρίδος λαμπρῶς ἀγωνιζόμενοι πρὸ τῶν τειχῶν, τήν τε τῶν πολεμίων ὀργὴν ἐξέκαυσαν καὶ πολλοὺς μὲν ἑαυτῶν ἀπέβαλον, οὐκ ὀλίγους δὲ καὶ τῶν Σικελιωτῶν ἀνεῖλον.
こうして彼らは祖国のために城壁の前でしばしば目覚ましく戦い、敵の怒りを激しく燃え上がらせ、自分たちも多くの者を失ったが、シケリア人をも少なからず討ち取った。
§14.108.6καὶ αὐτὸν δὲ τὸν Διονύσιον συνέβη λόγχῃ πληγέντα παρὰ τὸν βουβῶνα παρʼ ὀλίγον μὲν τελευτῆσαι, μόγις δὲ αὑτὸν ἀναλαβεῖν ἐκ τοῦ τραύματος.
そしてディオニュシオス自身も、鼠蹊部を槍で突かれて危うく死にかけ、傷からかろうじて回復した。
χρονιζούσης δὲ τῆς πολιορκίας διὰ τὸ τοὺς Ῥηγίνους ἀνυπέρβλητον εἰσφέρεσθαι σπουδὴν ὑπὲρ τῆς ἐλευθερίας, Διονύσιος τὰς μὲν δυνάμεις συνεῖχεν ἐν ταῖς καθʼ ἡμέραν προσβολαῖς καὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν οὐκ ἐγκατέλειπεν.
レギオンの人々が自由のために比類なき熱意を示したため包囲戦は長引いたが、ディオニュシオスは連日の攻撃に軍勢を従事させ続け、当初の意図を捨てることはなかった。

語釈・文法注

  1. §14.108.1ὅπως μὴ διδόντων μὲν αὐτῶν δικαίως δόξῃ τὴν πόλιν ἑλεῖν, δόντων δʼ ἐνόμιζεν ἐξαναλώσειν αὐτῶν τὸν σῖτον... — 接続詞 ὅπως は δόξῃ(接続法)までを支配している。一方で、対比関係にある後半の δόντων δʼ 以下の節は ὅπως 節から外れ、主節の動詞のように機能する ἐνόμιζεν(直説法過去)によって支配される対格不定詞構文(ἐξαναλώσειν, κυριεύσειν)へと構造が移行している。また、μὴ διδόντων ... αὐτῶν と δόντων はそれぞれ独立属格。
  2. §14.108.6συνέβη λόγχῃ πληγέντα... παρʼ ὀλίγον μὲν τελευτῆσαι, μόγις δὲ αὑτὸν ἀναλαβεῖν... — 非人称動詞 συνέβη(〜ということが起こった)は、不定詞 τελευτῆσαι と ἀναλαβεῖν を主語(あるいは補語)として取る。分詞 πληγέντα は対格で、不定詞の意味上の主語であるディオニュシオスを修飾している。また、前置詞句を用いた παρʼ ὀλίγον は「危うく〜するところだった」という慣用表現。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.108.1-14.108.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.108.1-14.108.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。