§14.107.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Πυργίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν μετέλαβον χιλίαρχοι τέσσαρες, Λεύκιος Λουκρήτιος, Σερούιος Σουλπίκιος, Γάιος Αἰμίλιος, Ὀλυμπιὰς δʼ ἤχθη ὀγδόη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα Σώσιππος Ἀθηναῖος.
当这一年过去后,在雅典,皮尔吉翁担任执政官;在罗马,四位军事论坛官,即卢基乌斯·鲁克雷提乌斯、塞尔维乌斯·苏尔皮基乌斯和盖乌斯·埃米利乌斯接掌了执政官权力;同时,第九十八届奥林匹克运动会举行,雅典的索西普斯在短跑比赛中获胜。
§14.107.2τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Διονύσιος ὁ τῶν Συρακοσίων δυνάστης πορευθεὶς εἰς Ἱππώνιον μετὰ τῆς δυνάμεως, τοὺς μὲν κατοικοῦντας ἐν αὐτῇ μετῴκισεν εἰς τὰς Συρακούσας, τὴν δὲ πόλιν κατασκάψας τοῖς Λοκροῖς προσεμέρισε τὴν χώραν.
在这些人接掌政权后,叙拉古的统治者狄奥尼修斯率军前往希波尼翁,将居住在此地的居民迁往叙拉古,并将该城夷为平地,其领土则划分给洛克里人。
§14.107.3κατὰ τὸ συνεχὲς γὰρ ἐφιλοτιμεῖτο τοὺς Λοκροὺς εὖ ποιεῖν διὰ τὴν συγχωρηθεῖσαν ἐπιγαμίαν· τοὺς δὲ Ῥηγίνους ἐπεθύμει τιμωρήσασθαι διὰ τὴν περὶ τῆς οἰκειότητος ἀδικίαν.
因为他因对方应允联姻而一直热切于造福洛克里人;相反,他则渴望惩罚雷吉翁人,因为他们曾在婚姻关系上对他进行不公的对待。
καθʼ ὃν γὰρ καιρὸν ἀπέστειλε πρὸς αὐτοὺς πρέσβεις ἀξιῶν αὑτῷ συγχωρηθῆναι τῶν πολιτικῶν παρθένων γαμῆσαι, φασὶ τοὺς Ῥηγίνους ἀποκριθῆναι δημοσίᾳ τοῖς πρέσβεσιν, ὡς μόνην αὐτῷ συγχωρῆσαι γαμεῖν τὴν τοῦ δημίου θυγατέρα.
据说,当他派遣使者前往他们那里,要求允许他娶一位公民的女儿为妻时,雷吉翁人公开答复使者说,他们只允许他娶公家处刑人的女儿。
§14.107.4διὰ τοῦτο βαρέως φέρων καὶ δοκῶν ὑπερβαλλόντως ὑβρίσθαι, πολὺς ἦν ἐπὶ τῇ κατʼ αὐτῶν τιμωρίᾳ.
为此,他深感愤恨,并认为自己受到了极大的侮辱,从而全力致力于对他们的报复。
καὶ γὰρ ἐν τῷ πρότερον ἐνιαυτῷ τὴν εἰρήνην συνέθετο πρὸς αὐτοὺς οὐ τῆς φιλίας ὀρεγόμενος, ἀλλὰ τὴν ναυτικὴν δύναμιν παρελέσθαι βουλόμενος, οὖσαν τριήρων ἑβδομήκοντα· διελάμβανε γὰρ τῆς κατὰ θάλατταν βοηθείας ἀποκλεισθείσης ῥᾳδίως ἐκπολιορκήσειν τὴν πόλιν.
事实上,他在前一年与他们缔结和约,并非向往友好,而是希望夺走他们的海上力量,即那七十艘三列桨战船;因为他料定,一旦海上援助被切断,他就能够轻易地通过包围攻陷该城。
§14.107.5διόπερ κατὰ τὴν Ἰταλίαν ἐνδιατρίβων ἐζήτει πρόφασιν εὔλογον, διʼ ἧς οὐ παρὰ τὴν ἀξίαν τὴν ἰδίαν δόξει λελυκέναι τὰς συνθήκας.
因此,他滞留在意大利,寻找一个合理的借口,借此使自己不至于显得违背了自己的名誉而单方面撕毁条约。