Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.109.1-14.109.7

狄奥尼修斯诗作受辱与奥林匹亚失利

第 403 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯向奥林匹克运动会派遣战车并送去自己的诗作,但其诗作遭到嘲笑,战车与使节的船只也遭遇灾难。同时,利西亚斯发表演说谴责他,罗马人则击败了沃尔西尼人。

§14.109.1τῶν δʼ Ὀλυμπίων ἐγγὺς ὄντων ἀπέστειλεν εἰς τὸν ἀγῶνα τέθριππα πλείω, διαφέροντα πολὺ τῶν ἄλλων τοῖς τάχεσι, καὶ σκηνὰς εἰς τὴν πανήγυριν διαχρύσους καὶ πολυτελέσι ποικίλοις ἱματίοις κεκοσμημένας.
当奥林匹克运动会临近时,他向比赛派遣了多辆四马战车,在速度上远远超过其他战车,还为节日派遣了贴金的、用昂贵多彩衣物装饰的帐篷。
ἔπεμψε δὲ καὶ ῥαψῳδοὺς τοὺς κρατίστους, ὅπως ἐν τῇ πανηγύρει τὰ ποιήματα αὐτοῦ προφερόμενοι ποιήσωσιν ἔνδοξον τὸν Διονύσιον· σφόδρα γὰρ εἰς τὴν ποιητικὴν ὑπῆρχε μεμηνώς.
他还派遣了最优秀的吟诵艺人,以便在节日里朗诵他的诗作,使狄奥尼修斯名声显赫;因为他极其狂热地沉迷于诗歌创作。
§14.109.2τούτων δʼ ἐπιμελητὴν συνεξέπεμψε Θεαρίδην τὸν ἀδελφόν· ὃς ἐπεὶ παρεγένετο εἰς τὴν πανήγυριν, ἐπὶ μὲν τῷ κάλλει τῶν σκηνῶν καὶ τῷ πλήθει τῶν τεθρίππων ἦν περίβλεπτος·
作为这些事务的监督者,他派出了他的弟弟泰阿里德斯;当他到达节日时,因帐篷的美丽和战车的众多而备受瞩目。
ὡς δʼ ἐπεβάλονθʼ οἱ ῥαψῳδοὶ προφέρεσθαι τοῦ Διονυσίου τὰ ποιήματα, κατʼ ἀρχὰς μὲν διὰ τὴν εὐφωνίαν τῶν ὑποκριτῶν συνέδραμε τὰ πλήθη καὶ πάντες ἐθαύμαζον· μετὰ δὲ ταῦτα ἀναθεωροῦντες τὴν κακίαν τῶν ποιημάτων, διεγέλων τὸν Διονύσιον καὶ κατεγίνωσκον ἐπὶ τοσοῦτον, ὥστε τινὰς τολμῆσαι διαρπάζειν τὰς σκηνάς.
然而,当吟诵艺人们开始朗诵狄奥尼修斯的诗作时,起初由于演员们优美的嗓音,群众纷纷聚集,人人惊叹;但随后,当他们重新审视这些诗作的拙劣时,便嘲笑狄奥尼修斯,并对他进行严厉谴责,以至于有些人竟然胆敢去劫掠那些帐篷。
§14.109.3καὶ γὰρ Λυσίας ὁ ῥήτωρ τότε διατρίβων ἐν Ὀλυμπίᾳ προετρέπετο τὰ πλήθη μὴ προσδέχεσθαι τοῖς ἱεροῖς ἀγῶσι τοὺς ἐξ ἀσεβεστάτης τυραννίδος ἀπεσταλμένους θεωρούς· ὅτε καὶ τὸν Ὀλυμπιακὸν λόγον ἐπιγραφόμενον ἀνέγνω.
因为当时逗留在奥林匹亚的修辞学家里西亚斯,正劝说群众不要接纳来自最不敬神的僭主统治所派遣的使节参加神圣的竞技;当时他也宣读了题为《奥林匹克》的演说。
§14.109.4τοῦ δʼ ἀγῶνος συντελουμένου συνέβη κατὰ τύχην τῶν Διονυσίου τεθρίππων τὰ μὲν ἐκπεσεῖν ἐκ τοῦ δρόμου, τὰ δʼ ἀλλήλοις ἐμπεσόντα συντριβῆναι, παραπλησίως δὲ καὶ τὴν παρακομίζουσαν ναῦν τοὺς θεωροὺς ἀπὸ τῶν ἀγώνων ἀναχθεῖσαν εἰς τὴν Σικελίαν ἐκπεσεῖν τῆς Ἰταλίας εἰς Τάραντα διά τινας χειμῶνας.
在竞技进行时,巧合的是,狄奥尼修斯的四马战车中,有的偏离了跑道,有的互相碰撞而毁坏;同样,载着使节从竞技会出发前往西西里的船只,也因风暴而偏离意大利,漂流到了塔兰托。
§14.109.5διὸ καί φασι σωθέντας τοὺς ναύτας εἰς Συρακούσας διαγγέλλειν κατὰ τὴν πόλιν, ὅτι διὰ τὴν κακίαν τῶν ποιημάτων οὐ μόνον οἱ ῥαψῳδοῦντες, ἀλλὰ σὺν τούτοις τά τε τέθριππα καὶ ἡ ναῦς ἐξέπεσον.
因此据说,获救的船员们到达叙拉古后,在城中宣扬,由于诗作的拙劣,不仅是进行吟诵的人,连同四马战车和船只也都“覆灭”了。
§14.109.6ὁ δὲ Διονύσιος πυθόμενος τὸν τῶν ποιημάτων διασυρμόν, καὶ τῶν κολάκων λεγόντων ὅτι πᾶσι τοῖς καλῶς πραττομένοις φθονοῦντες ἐξ ὑστέρου θαυμάζουσιν, οὐκ ἀφίστατο τῆς περὶ τὴν ποίησιν σπουδῆς.
而狄奥尼修斯在听说自己的诗作受到嘲讽后,因谄媚者说人们只是嫉妒一切办得成功的事,日后便会赞赏,于是并没有放弃对诗歌创作的热忱。
§14.109.7Ῥωμαῖοι δὲ πρὸς Οὐολσινίτας περὶ Γουράσιον παραταξάμενοι πολλοὺς τῶν πολεμίων ἀνεῖλον.
而罗马人在古拉西翁附近与沃尔西尼人交战,杀死了许多敌人。

词汇与语法注释

  1. 14.109.2ἐπεβάλονθʼ — 中动语态的 ἐπιβάλλομαι 后面接不定式(此处为 προφέρεσθαι),表示“着手”、“开始(做某事)”或“企图”。
  2. 14.109.5ἐξέπεσον — 动词 ἐκπίπτω 对诗人而言意为“被(观众)否定/驱逐”,对战车而言意为“偏离轨道”,对船只而言意为“搁浅/遇难”。此处,针对这些不同的主语,使用同一个动词 ἐξέπεσον,是基于前文事件的一种双关(轭式搭配)用法。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.109.1-14.109.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.109.1-14.109.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。