Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.97.1-13.97.7

阿吉纽西群岛的对峙与凶兆

第 276 段,共 723 段 · 希腊语

内容简介

雅典舰队驶往阿吉纽西群岛以对抗卡利克拉提达斯率领的斯巴达军队,但由于恶劣的天气和不祥的预兆(斯巴达祭牲头部的丢失以及色拉西布洛斯的凶梦),双方将海战推迟至次日。

§13.97.1τούτων δὲ πραττομένων Ἀθηναῖοι μὲν κατὰ τὸ συνεχὲς ἐλαττώμασι περιπίπτοντες, ἐποιήσαντο πολίτας τοὺς μετοίκους καὶ τῶν ἄλλων ξένων τοὺς βουλομένους συναγωνίσασθαι· ταχὺ δὲ πολλοῦ πλήθους πολιτογραφηθέντος, οἱ στρατηγοὶ κατέγραφον τοὺς εὐθέτους εἰς τὴν στρατείαν.
在这些事情进行的同时,由于不断遭受失败,雅典人将外侨以及其他外邦人中愿意共同战斗者登记为公民;随着大批人群迅速获得公民权,将军们便征募适合服役的人入伍。
παρεσκευάσαντο δὲ ναῦς ἑξήκοντα, καὶ ταύτας πολυτελῶς καταρτίσαντες ἐξέπλευσαν εἰς Σάμον, ἐν ᾗ κατέλαβον τοὺς ἄλλους στρατηγοὺς ἀπὸ τῶν ἄλλων νήσων ὀγδοήκοντα τριήρεις ἠθροικότας.
他们准备了六十艘船只,并将其装备精良后起航前往萨摩斯,在那里他们与已经从其他岛屿集结了八十艘三段铎船的其他将军会合。
§13.97.2δεηθέντες δὲ καὶ τῶν Σαμίων προσπληρῶσαι δέκα τριήρεις, ἀνήχθησαν ἁπάσαις ταῖς ναυσὶν οὔσαις ἑκατὸν πεντήκοντα, καὶ κατέπλευσαν εἰς τὰς Ἀργινούσας νήσους, σπεύδοντες λῦσαι τὴν Μιτυλήνης πολιορκίαν.
他们还请求萨摩斯人额外增配十艘三段铎船,随后便以总计一百五十艘的所有船只起航,驶抵阿吉纽西群岛,急于解除美蒂利尼之围。
§13.97.3ὁ δὲ τῶν Λακεδαιμονίων ναύαρχος Καλλικρατίδας πυθόμενος τὸν κατάπλουν τῶν νεῶν, ἐπὶ μὲν τῆς πολιορκίας κατέλιπεν Ἐτεόνικον μετὰ τῆς πεζῆς δυνάμεως, αὐτὸς δὲ πληρώσας ναῦς ἑκατὸν τεσσαράκοντα κατὰ σπουδὴν ἀνήχθη τῶν Ἀργινουσῶν περὶ θάτερα μέρη·
斯巴达的海军统帅卡利克拉提达斯得知这些船只抵达后,便将埃特奥尼科斯连同陆军留下来继续围城,而他自己则配齐了一百四十艘船只,急忙起航前往阿吉纽西群岛的另一侧。
αἳ νῆσοι τότʼ ἦσαν οἰκούμεναι καὶ πολισμάτιον Αἰολικὸν ἔχουσαι, κείμεναι μεταξὺ Μιτυλήνης καὶ Κύμης, ἀπέχουσαι τῆς ἠπείρου βραχὺ παντελῶς καὶ τῆς ἄκρας τῆς Κανίδος.
这些岛屿在当时有人居住,并有一个埃奥利斯人的小城镇,位于美蒂利尼和库美之间,距离大陆和卡尼斯角都非常近。
§13.97.4οἱ δʼ Ἀθηναῖοι τὸν μὲν κατάπλουν τῶν πολεμίων εὐθέως ἔγνωσαν, οὐ μακρὰν ὁρμοῦντες, διὰ δὲ τὸ μέγεθος τῶν πνευμάτων τὸ μὲν ναυμαχεῖν ἀπέγνωσαν, εἰς δὲ τὴν ἐχομένην ἡμέραν ἡτοιμάζοντο τὰ πρὸς τὴν ναυμαχίαν, τὸ αὐτὸ ποιούντων καὶ τῶν Λακεδαιμονίων, καίπερ ἀμφοτέροις ἀπαγορευόντων τῶν μάντεων.
雅典人因为锚泊在不远处,立刻察觉到了敌军的到来,但由于风势巨大,他们决定放弃海战,转而为第二天的战斗做准备。 斯巴达人也做着同样的准备,尽管双方的占卜者都予以阻止。
§13.97.5τοῖς μὲν γὰρ Λακεδαιμονίοις ἡ τοῦ θύματος κεφαλὴ κειμένη παρὰ τὸν αἰγιαλὸν ἀφανὴς ἐγεγόνει, προσκλύζοντος τοῦ κύματος· διόπερ ὁ μάντις προύλεγε, διότι τελευτήσει ναυμαχῶν ὁ ναύαρχος·
因为对于斯巴达人来说,放在海岸边的祭牲头部,因海浪的冲击而消失了;因此占卜者预言,海军统帅将在海战中阵亡。
οὗ ῥηθέντος φασὶ τὸν Καλλικρατίδαν εἰπεῖν, ὅτι τελευτήσας κατὰ τὴν μάχην οὐδὲν ἀδοξοτέραν ποιήσει τὴν Σπάρτην.
听到这话后,据说卡利克拉提达斯回答道,即使他在战斗中牺牲,也不会让斯巴达名誉受损。
§13.97.6τῶν δʼ Ἀθηναίων ὁ στρατηγὸς Θρασύβουλος, ὃς ἦν ἐπὶ τῆς ἡγεμονίας ἐκείνην τὴν ἡμέραν, εἶδε κατὰ τὴν νύκτα τοιαύτην ὄψιν· ἔδοξεν Ἀθήνησι τοῦ θεάτρου πλήθοντος αὐτός τε καὶ τῶν ἄλλων στρατηγῶν ἓξ ὑποκρίνεσθαι τραγῳδίαν Εὐριπίδου Φοινίσσας· τῶν δʼ ἀντιπάλων ὑποκρινομένων τὰς Ἱκέτιδας δόξαι τὴν Καδμείαν νίκην αὐτοῖς περιγενέσθαι, καὶ πάντας ἀποθανεῖν μιμουμένους τὰ πράγματα τῶν ἐπὶ τὰς Θήβας στρατευσάντων.
在雅典人一方,当天担任总指挥的将军色拉西布洛斯在夜里看到了这样的幻象:他梦见在雅典,当剧场里观众满座时,他自己和其他六位将军正在演出欧里庇得斯的悲剧《腓尼基妇女》;而当他们的对手演出《哀诉女》时,他们似乎获得了“卡德摩斯式的胜利”,并且所有人都模仿远征底比斯者的结局而死去。
§13.97.7ἀκούσας δʼ ὁ μάντις ταῦτα διεσάφει τοὺς ἑπτὰ τῶν στρατηγῶν ἀναιρεθήσεσθαι.
占卜者听闻此事后,解释说这将意味着七位将军会被杀害。
τῶν δʼ ἱερῶν φερόντων νίκην, οἱ στρατηγοὶ περὶ μὲν τῆς ἑαυτῶν ἀπωλείας ἐκώλυον ἑτέροις ἀπαγγέλλειν, περὶ δὲ τῆς ἐν τοῖς ἱεροῖς νίκης ἀνήγγειλαν καθʼ ὅλην τὴν δύναμιν.
但由于祭祀显现出胜利的征兆,将军们禁止向他人宣扬他们自身的毁灭,而将祭祀所预示的胜利通报给了全军。

词汇与语法注释

  1. 13.97.2οὔσαις ἑκατὸν πεντήκοντα — 分词 `οὔσαις` 与 `ναυσὶν` 一致,表示总数量,即“总计达一百五十艘”。这是希腊语中表示军队或船只总数的常用表达方式。
  2. 13.97.6ἔδοξεν ... αὐτός τε ... ὑποκρίνεσθαι — 在依附于无人称动词 `ἔδοξεν`(梦见、似乎)的不定式结构中,由于不定式 `ὑποκρίνεσθαι` 的逻辑主语与主句主语(色拉西布洛斯)相同,因此使用了主格 `αὐτός` 而非宾格(即主格不定式用法)。
  3. 13.97.6δόξαι — 此不定式用于延续前句由 `ἔδοξεν`(梦见)引入的梦境叙述(间接引语中的不定式),使后续的梦中情景处于同一个梦境框架之下。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.97.1-13.97.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.97.1-13.97.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。