§13.98.1Καλλικρατίδας δʼ ὁ ναύαρχος συναγαγὼν τὰ πλήθη καὶ παραθαρσύνας τοῖς οἰκείοις λόγοις, τὸ τελευταῖον εἶπεν· εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον οὕτως εἰμὶ πρόθυμος αὐτός, ὥστε τοῦ μάντεως λέγοντος διὰ τῶν ἱερείων ὑμῖν μὲν προσημαίνεσθαι νίκην, ἐμοὶ δὲ θάνατον, ὅμως ἕτοιμός εἰμι τελευτᾶν.
海军统帅卡利克拉提达斯召集众人,用自己的话鼓励他们,最后说道:“为了祖国的危险,我个人是如此热切,以至于虽然占卜者说通过祭牲预示着你们的胜利,而我则是死亡,但我仍然准备好去死。
εἰδὼς οὖν μετὰ τὸν τῶν ἡγεμόνων θάνατον ἐν θορύβῳ τὰ στρατόπεδα γινόμενα, νῦν ἀναδεικνύω ναύαρχον, ἂν ἐγώ τι πάθω, τὸν διαδεξόμενον Κλέαρχον, ἄνδρα πεῖραν δεδωκότα τῶν κατὰ τὸν πόλεμον ἔργων.
因此,由于我知道在指挥官死后军队会陷入混乱,如果我发生什么意外,我现在就指定克利阿科斯为接替我的海军统帅,他是一个在战争事务中证明了自己经验的人。
§13.98.2ὁ μὲν οὖν Καλλικρατίδας ταῦτʼ εἰπὼν οὐκ ὀλίγους ἐποίησε ζηλῶσαι τὴν ἀρετὴν αὐτοῦ καὶ προθυμοτέρους γενέσθαι πρὸς τὴν μάχην.
” 卡利克拉提达斯说了这些话,使不少人敬慕他的美德,并在战斗中变得更加积极。
καὶ Λακεδαιμόνιοι μὲν παρακαλοῦντες ἀλλήλους ἀνέβαινον εἰς τὰς ναῦς· οἱ δʼ Ἀθηναῖοι, παρακληθέντες ὑπὸ τῶν στρατηγῶν εἰς τὸν ἀγῶνα, κατὰ σπουδὴν ἐπλήρουν τὰς τριήρεις καὶ πάντες εἰς τάξιν καθίσταντο.
斯巴达人互相勉励着登上战船;而雅典人在将军们的动员下,急忙配齐三段铎船的人员,全部列队就位。
§13.98.3τοῦ μὲν οὖν δεξιοῦ κέρατος Θράσυλλος ἡγεῖτο καὶ Περικλῆς ὁ Περικλέους τοῦ προσαγορευθέντος κατὰ τὴν δύναμιν Ὀλυμπίου·
此时,右翼由色拉叙洛斯以及因其权势而被冠以“奥林匹亚神”之称的伯里克利的儿子伯里克利指挥。
συμπαρέλαβε δὲ καὶ Θηραμένην εἰς τὸ δεξιὸν κέρας, ἐφʼ ἡγεμονίας τάξας· ὃς ἰδιώτης ὢν μὲν συνεστράτευε τότε, πρότερον δὲ πολλάκις ἦν ἀφηγημένος δυνάμεων·
此外,他还将塞拉门尼斯也编入右翼,置于指挥之职;塞拉门尼斯当时虽以普通公民身份参军,但此前曾多次指挥军队。
τοὺς δʼ ἄλλους στρατηγοὺς παρʼ ὅλην τὴν φάλαγγα διέταξε, καὶ τὰς καλουμένας Ἀργινούσας νήσους συμπεριέλαβε τῇ τάξει, σπεύδων ὅτι πλεῖστον παρεκτεῖναι τὰς ναῦς.
他将其他将军部署在整个战线,并将所谓的阿吉纽西群岛纳入阵形,力求将战船尽可能延伸。
§13.98.4ὁ δὲ Καλλικρατίδας ἀνήχθη τὸ μὲν δεξιὸν μέρος αὐτὸς ἔχων, τὸ δʼ εὐώνυμον παρέδωκε Βοιωτοῖς, ὧν Θρασώνδας ὁ Θηβαῖος τὴν ἡγεμονίαν ἔσχεν.
卡利克拉提达斯自己率领右翼起航,而将左翼交给了由底比斯人色拉松达斯指挥的波奥蒂亚人。
οὐ δυνάμενος δὲ τὴν τάξιν ἐξισῶσαι τοῖς πολεμίοις διὰ τὸ τὰς νήσους πολὺν ἐπέχειν τόπον, διείλατο τὴν δύναμιν, καὶ δύο ποιήσας στόλους πρὸς ἑκάτερον μέρος δίχα διηγωνίζετο.
但是,由于群岛占据了很大的空间,他无法使自己的阵形与敌人的长度相等,于是他分割了自己的兵力,组成了两支舰队,分两路与各部分敌人交战。
§13.98.5διὸ καὶ παρείχετο μεγάλην κατάπληξιν πολλαχῇ τοῖς θεωμένοις, ὡς ἂν τεττάρων μὲν στόλων ναυμαχούντων, τῶν δὲ νεῶν συνηθροισμένων εἰς ἕνα τόπον οὐ πολλαῖς ἐλάττω τῶν τριακοσίων· μεγίστη γὰρ αὕτη μνημονεύεται ναυμαχία γεγενημένη Ἕλλησι πρὸς Ἕλληνας.
因此,这给旁观者在许多方面带来了极大的震惊,仿佛有四支舰队在进行海战,聚集在一处的战船不少于三百艘;因为这是有记忆以来,在希腊人与希腊人之间发生过的最大规模的海战。