Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.96.1-13.96.5

狄奥尼修斯确立僭主统治与肃清异己

第 275 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯通过武装支持者、拉拢雇佣军、遣送德克西普斯、政略联姻以及处决反对派,巩固了自己在叙拉古的僭主地位。同时,迦太基人在洗劫城市后在当地过冬,并着手准备在春天首攻盖拉。

§13.96.1εὐθὺ γὰρ τοὺς χρημάτων μὲν ἐνδεεῖς, τῇ δὲ ψυχῇ θρασεῖς ἐπιλέξας, ὑπὲρ τοὺς χιλίους, ὅπλοις τε πολυτελέσι καθώπλισε καὶ ταῖς μεγίσταις ἐπαγγελίαις ἐμετεώρισε, τοὺς δὲ μισθοφόρους ἀνακαλούμενος καὶ φιλανθρώποις λόγοις χρώμενος ἰδίους κατεσκεύαζεν.
因为他立即挑选了上千名家境贫寒但胆大妄为的人,用昂贵的装备武装他们,并用极大的许诺鼓舞他们;他又召集雇佣军,用温和的话语笼络他们,使其成为自己的亲信。
μετετίθει δὲ καὶ τὰς τάξεις, τοῖς πιστοτάτοις τὰς ἡγεμονίας παραδιδούς, καὶ Δέξιππον τὸν Λακεδαιμόνιον ἀπέλυσεν εἰς τὴν Ἑλλάδα· ὑφεωρᾶτο γὰρ τὸν ἄνδρα τοῦτον, μὴ καιροῦ λαμβανόμενος ἀνακτήσηται τοῖς Συρακοσίοις τὴν ἐλευθερίαν.
他还调整了军事编制,将指挥权交给自己最亲信的人,并将斯巴达人德克西普斯遣送回希腊;因为他暗中戒备此人,担心他会乘机为叙拉古人夺回自由。
§13.96.2μετεπέμψατο δὲ καὶ τοὺς ἐν Γέλᾳ μισθοφόρους, καὶ πανταχόθεν συνῆγε τοὺς φυγάδας καὶ ἀσεβεῖς, ἐλπίζων διὰ τούτων βεβαιότατα τηρηθήσεσθαι τὴν τυραννίδα.
他还召集了在盖拉的雇佣军,并从各处聚集流亡者和不法之徒,企图依靠这些人最稳固地维持其僭主统治。
οὐ μὴν ἀλλὰ παραγενόμενος εἰς Συρακούσας κατεσκήνωσεν ἐν τῷ ναυστάθμῳ, φανερῶς αὑτὸν ἀναδείξας τύραννον.
不仅如此,他来到叙拉古后,便在船坞安营扎寨,公然宣布自己为僭主。
οἱ δὲ Συρακόσιοι βαρέως φέροντες ἠναγκάζοντο τὴν ἡσυχίαν ἔχειν· οὐδὲν γὰρ ἔτι περαίνειν ἠδύναντο· ἥ τε γὰρ πόλις ἔγεμεν ὅπλων ξενικῶν, τούς τε Καρχηδονίους ἐδεδοίκεισαν τηλικαύτας ἔχοντας δυνάμεις.
叙拉古人虽感到愤懑,却不得不保持沉默;因为他们已无能为力,城中充满了外邦人的武装,而且他们也惧怕拥有如此强大兵力的迦太基人。
§13.96.3ὁ δʼ οὖν Διονύσιος εὐθέως ἔγημε τὴν Ἑρμοκράτους θυγατέρα τοῦ καταπολεμήσαντος Ἀθηναίους, καὶ τὴν ἀδελφὴν ἔδωκε Πολυξένῳ τῆς Ἑρμοκράτους γυναικὸς ἀδελφῷ· τοῦτο δʼ ἔπραξε βουλόμενος οἰκίαν ἐπίσημον εἰς οἰκειότητα προσλαβέσθαι πρὸς τὸ τὴν τυραννίδα ποιῆσαι βεβαίαν.
于是,狄奥尼修斯立即娶了曾击败雅典人的赫莫克拉底之女,并将自己的妹妹嫁给赫莫克拉底之妻的兄弟波吕克塞诺斯;他这样做是为了与显赫的家族联姻,以巩固自己的僭主统治。
μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν τῶν ἀντιπραξάντων αὐτῷ τοὺς δυνατωτάτους ὄντας, Δαφναῖον καὶ Δήμαρχον, ἀνεῖλεν.
此后,他召开公民大会,将曾反对他的最有力者达夫奈乌斯和德马科斯处死。
§13.96.4Διονύσιος μὲν οὖν ἐκ γραμματέως καὶ τοῦ τυχόντος ἰδιώτου τῆς μεγίστης πόλεως τῶν Ἑλληνίδων ἐγενήθη τύραννος· διετήρησε δὲ τὴν δυναστείαν ἄχρι τῆς τελευτῆς, τυραννήσας ἔτη δύο λείποντα τῶν τεσσαράκοντα.
如此,狄奥尼修斯从一个书记官和普通平民,成为了希腊人最大城市的僭主;他维持统治直至去世,统治僭主之位共三十八年。
τὰς δὲ κατὰ μέρος αὐτοῦ πράξεις καὶ τὴν αὔξησιν τῆς ἀρχῆς ἐν τοῖς οἰκείοις χρόνοις διέξιμεν· δοκεῖ γὰρ οὗτος μεγίστην τῶν ἱστορουμένων τυραννίδα περιπεποιῆσθαι διʼ ἑαυτοῦ καὶ πολυχρονιωτάτην.
关于他的具体功绩和权力的扩张,我们将在相应的历史时期予以详述;因为此人似乎凭一己之力,建立起了历史记载中最强大且最长久的僭主统治。
§13.96.5οἱ δὲ Καρχηδόνιοι μετὰ τὴν ἅλωσιν τῆς πόλεως τὰ μὲν ἀναθήματα καὶ τοὺς ἀνδριάντας καὶ τἄλλα τὰ πολυτελέστατα μετήνεγκαν εἰς Καρχηδόνα, τὰ δʼ ἱερὰ κατακαύσαντες καὶ τὴν πόλιν διαρπάσαντες αὐτοῦ παρεχείμασαν.
至于迦太基人,在攻陷该城后,他们将神庙奉献物、雕像及其他最珍贵的物品运往迦太基,并在烧毁神庙、洗劫城市后在当地过冬。
ἐπὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μηχανήματα καὶ βέλη παντοδαπά, διανοούμενοι πρώτην πολιορκῆσαι τὴν τῶν Γελῴων πόλιν.
及至春季,他们开始准备各种攻城器械和投射武器,意图首先围攻盖拉人的城市。

词汇与语法注释

  1. 13.96.1μὴ ... ἀνακτήσηται — 紧随表示戒备、疑虑的动词 ὑφεωρᾶτο 之后的虚拟语气从句,表示担忧和恐惧(类似于常见的 φοβοῦμαι 句式)。搭配虚拟语气过去时(ἀνακτήσηται),意为“担心他夺回”。分词 λαμβανόμενος 带有条件意味(“如果把握住机会”)。
  2. 13.96.4τοῦ τυχόντος — 动词 τυγχάνω 的主动语态现在分词属格形式冠以定冠词,习惯用法上意为“普通的、平凡的、随便哪个的”。在此处修饰 ἰδιώτου(普通平民),用以强调他成为僭主前的身份是多么普通和卑微。
  3. 13.96.4ἔτη δύο λείποντα τῶν τεσσαράκοντα — 字面意思是“在四十(τῶν τεσσαράκοντα)中缺少(λείποντα)两年(ἔτη δύο)”,即38年。现在分词 λείποντα(宾格中性复数)与名词 ἔτη 一致,表示“不足、缺少”之意。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.96.1-13.96.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.96.1-13.96.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。