§13.97.1τούτων δὲ πραττομένων Ἀθηναῖοι μὲν κατὰ τὸ συνεχὲς ἐλαττώμασι περιπίπτοντες, ἐποιήσαντο πολίτας τοὺς μετοίκους καὶ τῶν ἄλλων ξένων τοὺς βουλομένους συναγωνίσασθαι·
これらのことが行われている間、アテナイ人たちは絶えず敗北を喫していたため、在留外国人と、共に戦うことを望む他の外国人のうちの志願者を市民とした。
ταχὺ δὲ πολλοῦ πλήθους πολιτογραφηθέντος, οἱ στρατηγοὶ κατέγραφον τοὺς εὐθέτους εἰς τὴν στρατείαν.
すぐに多くの群衆が市民に登録されると、将軍たちは軍役に適した者たちを徴募した。
παρεσκευάσαντο δὲ ναῦς ἑξήκοντα, καὶ ταύτας πολυτελῶς καταρτίσαντες ἐξέπλευσαν εἰς Σάμον, ἐν ᾗ κατέλαβον τοὺς ἄλλους στρατηγοὺς ἀπὸ τῶν ἄλλων νήσων ὀγδοήκοντα τριήρεις ἠθροικότας.
そして彼らは船を六十隻用意し、これらを豪華に艤装してサモスへと出航した。 そこで彼らは、他の島々から八十隻の三段櫂船をすでに集めていた他の将軍たちと合流した。
§13.97.2δεηθέντες δὲ καὶ τῶν Σαμίων προσπληρῶσαι δέκα τριήρεις, ἀνήχθησαν ἁπάσαις ταῖς ναυσὶν οὔσαις ἑκατὸν πεντήκοντα, καὶ κατέπλευσαν εἰς τὰς Ἀργινούσας νήσους, σπεύδοντες λῦσαι τὴν Μιτυλήνης πολιορκίαν.
またサモス人たちにも、追加で十隻の三段櫂船に人員を配するよう要請し、合計で百五十隻となるすべての船をもって出航し、アルギヌーサイ諸島に寄港した。 これはミュティレネの包囲を解くことを急いでのことであった。
§13.97.3ὁ δὲ τῶν Λακεδαιμονίων ναύαρχος Καλλικρατίδας πυθόμενος τὸν κατάπλουν τῶν νεῶν, ἐπὶ μὲν τῆς πολιορκίας κατέλιπεν Ἐτεόνικον μετὰ τῆς πεζῆς δυνάμεως, αὐτὸς δὲ πληρώσας ναῦς ἑκατὸν τεσσαράκοντα κατὰ σπουδὴν ἀνήχθη τῶν Ἀργινουσῶν περὶ θάτερα μέρη·
スパルタの海軍総司令官カッリクラティダスは、船団の到着を知ると、包囲の地にはエテオニコスを陸上部隊とともに残し、自身は百四十隻に人員を満たして、急いでアルギヌーサイのもう一方の側のあたりへと船出した。
αἳ νῆσοι τότʼ ἦσαν οἰκούμεναι καὶ πολισμάτιον Αἰολικὸν ἔχουσαι, κείμεναι μεταξὺ Μιτυλήνης καὶ Κύμης, ἀπέχουσαι τῆς ἠπείρου βραχὺ παντελῶς καὶ τῆς ἄκρας τῆς Κανίδος.
これらの島々には当時、人が住んでおり、アイオリス人の小都市があって、ミュティレネとキュメの間に位置し、大陸およびカニス岬から極めて近い距離にあった。
§13.97.4οἱ δʼ Ἀθηναῖοι τὸν μὲν κατάπλουν τῶν πολεμίων εὐθέως ἔγνωσαν, οὐ μακρὰν ὁρμοῦντες, διὰ δὲ τὸ μέγεθος τῶν πνευμάτων τὸ μὲν ναυμαχεῖν ἀπέγνωσαν, εἰς δὲ τὴν ἐχομένην ἡμέραν ἡτοιμάζοντο τὰ πρὸς τὴν ναυμαχίαν, τὸ αὐτὸ ποιούντων καὶ τῶν Λακεδαιμονίων, καίπερ ἀμφοτέροις ἀπαγορευόντων τῶν μάντεων.
アテナイ人たちは、遠くない場所に錨を下ろしていたので、敵の到来をすぐに察知したが、風が強かったために海戦を行うことをあきらめ、翌日に向けて海戦の準備をした。 スパルタ人たちも同様に準備を進めていたが、双方の予言者たちがそれを禁じていた。
§13.97.5τοῖς μὲν γὰρ Λακεδαιμονίοις ἡ τοῦ θύματος κεφαλὴ κειμένη παρὰ τὸν αἰγιαλὸν ἀφανὴς ἐγεγόνει, προσκλύζοντος τοῦ κύματος·
というのも、スパルタ人たちの側では、海岸沿いに置かれていた生贄の頭が、打ち寄せる波によって見えなくなってしまっていたからである。
διόπερ ὁ μάντις προύλεγε, διότι τελευτήσει ναυμαχῶν ὁ ναύαρχος·
そのため、予言者は海軍司令官が海戦で戦って死ぬだろうと予言した。
οὗ ῥηθέντος φασὶ τὸν Καλλικρατίδαν εἰπεῖν, ὅτι τελευτήσας κατὰ τὴν μάχην οὐδὲν ἀδοξοτέραν ποιήσει τὴν Σπάρτην.
これが告げられたとき、カッリクラティダスは、自分が戦いで死んだとしても、スパルタを少しも名誉の衰えたものにはしないだろうと言ったと伝えられている。
§13.97.6τῶν δʼ Ἀθηναίων ὁ στρατηγὸς Θρασύβουλος, ὃς ἦν ἐπὶ τῆς ἡγεμονίας ἐκείνην τὴν ἡμέραν, εἶδε κατὰ τὴν νύκτα τοιαύτην ὄψιν·
一方、アテナイ人の側では、その日に指揮権を持っていた将軍トラシュブロスが、夜の間に次のような夢を見た。
ἔδοξεν Ἀθήνησι τοῦ θεάτρου πλήθοντος αὐτός τε καὶ τῶν ἄλλων στρατηγῶν ἓξ ὑποκρίνεσθαι τραγῳδίαν Εὐριπίδου Φοινίσσας·
アテナイの劇場が群衆で満ちている中で、彼自身と他の六人の将軍たちが、エウリピデスの悲劇『ポイニケの女たち』を演じているように思われた。
τῶν δʼ ἀντιπάλων ὑποκρινομένων τὰς Ἱκέτιδας δόξαι τὴν Καδμείαν νίκην αὐτοῖς περιγενέσθαι, καὶ πάντας ἀποθανεῖν μιμουμένους τὰ πράγματα τῶν ἐπὶ τὰς Θήβας στρατευσάντων.
対戦相手が『哀訴する女たち』を演じている中で、自分たちに「カドメイアの勝利」がもたらされ、全員がテーバイへの遠征者たちの結末を模倣して死ぬように思われた。
§13.97.7ἀκούσας δʼ ὁ μάντις ταῦτα διεσάφει τοὺς ἑπτὰ τῶν στρατηγῶν ἀναιρεθήσεσθαι.
これを聞いた予言者は、将軍たちのうち七人が殺されることになるだろうと説明した。
τῶν δʼ ἱερῶν φερόντων νίκην, οἱ στρατηγοὶ περὶ μὲν τῆς ἑαυτῶν ἀπωλείας ἐκώλυον ἑτέροις ἀπαγγέλλειν, περὶ δὲ τῆς ἐν τοῖς ἱεροῖς νίκης ἀνήγγειλαν καθʼ ὅλην τὴν δύναμιν.
しかし犠牲の兆候は勝利を示していたため、将軍たちは自分たちの死については他人に告げることを禁じる一方で、犠牲に示された勝利については全軍にくまなく知らせた。