§13.96.1εὐθὺ γὰρ τοὺς χρημάτων μὲν ἐνδεεῖς, τῇ δὲ ψυχῇ θρασεῖς ἐπιλέξας, ὑπὲρ τοὺς χιλίους, ὅπλοις τε πολυτελέσι καθώπλισε καὶ ταῖς μεγίσταις ἐπαγγελίαις ἐμετεώρισε, τοὺς δὲ μισθοφόρους ἀνακαλούμενος καὶ φιλανθρώποις λόγοις χρώμενος ἰδίους κατεσκεύαζεν.
というのも、彼は金銭には乏しいが気性は不敵な者たちを、千人以上すぐさま選び出し、豪華な武器で武装させ、多大な約束によって彼らの期待を膨らませたからである。 また、傭兵たちを呼び寄せ、親切な言葉を用いることで、彼らを自分の味方にしていった。
μετετίθει δὲ καὶ τὰς τάξεις, τοῖς πιστοτάτοις τὰς ἡγεμονίας παραδιδούς, καὶ Δέξιππον τὸν Λακεδαιμόνιον ἀπέλυσεν εἰς τὴν Ἑλλάδα·
さらに配備を変更して最も信頼できる者たちに指揮権を委ね、スパルタ人のデクシッポスをギリシアへ送り帰した。
ὑφεωρᾶτο γὰρ τὸν ἄνδρα τοῦτον, μὴ καιροῦ λαμβανόμενος ἀνακτήσηται τοῖς Συρακοσίοις τὴν ἐλευθερίαν.
というのも、この男を警戒しており、彼が好機を捉えてシラクーサ人たちのために自由を取り戻しはしないかと恐れたからである。
§13.96.2μετεπέμψατο δὲ καὶ τοὺς ἐν Γέλᾳ μισθοφόρους, καὶ πανταχόθεν συνῆγε τοὺς φυγάδας καὶ ἀσεβεῖς, ἐλπίζων διὰ τούτων βεβαιότατα τηρηθήσεσθαι τὴν τυραννίδα.
また、ゲラにいた傭兵たちをも呼び寄せ、至る所から亡命者や不届き者を集めた。 彼らによって、自らの僭主権力が最も確実に守られるだろうと期待してのことである。
οὐ μὴν ἀλλὰ παραγενόμενος εἰς Συρακούσας κατεσκήνωσεν ἐν τῷ ναυστάθμῳ, φανερῶς αὑτὸν ἀναδείξας τύραννον.
それどころか、彼はシラクーサにやって来ると海軍工廠に陣を張り、公然と自らを僭主として宣言した。
οἱ δὲ Συρακόσιοι βαρέως φέροντες ἠναγκάζοντο τὴν ἡσυχίαν ἔχειν·
シラクーサ人たちは憤りつつも、静かにしていることを余余儀なくされた。
οὐδὲν γὰρ ἔτι περαίνειν ἠδύναντο·
もはや何一つ成し遂げることができなかったからである。
ἥ τε γὰρ πόλις ἔγεμεν ὅπλων ξενικῶν, τούς τε Καρχηδονίους ἐδεδοίκεισαν τηλικαύτας ἔχοντας δυνάμεις.
都市は外国兵の武器で満ちており、カルタゴ人たちがこれほど大きな軍勢を擁していることを恐れていたからである。
§13.96.3ὁ δʼ οὖν Διονύσιος εὐθέως ἔγημε τὴν Ἑρμοκράτους θυγατέρα τοῦ καταπολεμήσαντος Ἀθηναίους, καὶ τὴν ἀδελφὴν ἔδωκε Πολυξένῳ τῆς Ἑρμοκράτους γυναικὸς ἀδελφῷ·
さて、ディオニュシオスはすぐに、アテナイ人たちを破ったエルモクラテスの娘を妻に迎え、自身の妹を、エルモクラテスの妻の兄弟であるポリュクセノスに嫁がせた。
τοῦτο δʼ ἔπραξε βουλόμενος οἰκίαν ἐπίσημον εἰς οἰκειότητα προσλαβέσθαι πρὸς τὸ τὴν τυραννίδα ποιῆσαι βεβαίαν.
彼がこれを行ったのは、名門の家柄を親族関係に引き入れることで、僭主権力を確固たるものにしたいと望んだからである。
μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν τῶν ἀντιπραξάντων αὐτῷ τοὺς δυνατωτάτους ὄντας, Δαφναῖον καὶ Δήμαρχον, ἀνεῖλεν.
この後、民会を招集して、自分に敵対した者たちのうちで最も有力な者たちであったダプナイオスとデマルコスを殺害した。
§13.96.4Διονύσιος μὲν οὖν ἐκ γραμματέως καὶ τοῦ τυχόντος ἰδιώτου τῆς μεγίστης πόλεως τῶν Ἑλληνίδων ἐγενήθη τύραννος·
このようにして、ディオニュシオスは書記官であり平凡な一市民にすぎない身から、ギリシア人たちの最大の都市の僭主となった。
διετήρησε δὲ τὴν δυναστείαν ἄχρι τῆς τελευτῆς, τυραννήσας ἔτη δύο λείποντα τῶν τεσσαράκοντα.
そして、四十年に二年欠ける年の間僭主として支配し、死に至るまでその支配権を維持した。
τὰς δὲ κατὰ μέρος αὐτοῦ πράξεις καὶ τὴν αὔξησιν τῆς ἀρχῆς ἐν τοῖς οἰκείοις χρόνοις διέξιμεν·
彼の個々の事績や支配力の増大については、それぞれのしかるべき時代において詳しく語ることにしよう。
δοκεῖ γὰρ οὗτος μεγίστην τῶν ἱστορουμένων τυραννίδα περιπεποιῆσθαι διʼ ἑαυτοῦ καὶ πολυχρονιωτάτην.
というのも、この男は歴史に記録されている中で、自らの力によって最も強大かつ最も長期にわたる僭主権力を獲得したと思われるからである。
§13.96.5οἱ δὲ Καρχηδόνιοι μετὰ τὴν ἅλωσιν τῆς πόλεως τὰ μὲν ἀναθήματα καὶ τοὺς ἀνδριάντας καὶ τἄλλα τὰ πολυτελέστατα μετήνεγκαν εἰς Καρχηδόνα, τὰ δʼ ἱερὰ κατακαύσαντες καὶ τὴν πόλιν διαρπάσαντες αὐτοῦ παρεχείμασαν.
一方、カルタゴ人たちは都市の陥落の後、奉納品や像、その他の極めて豪華な品々をカルタゴへ運び去り、神殿を焼き払い、都市を略奪した上でその地で冬を越した。
ἐπὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μηχανήματα καὶ βέλη παντοδαπά, διανοούμενοι πρώτην πολιορκῆσαι τὴν τῶν Γελῴων πόλιν.
そして春の季節に向けて、あらゆる種類の攻城兵器や飛び道具を準備し、最初にゲラの都市を包囲攻撃しようと企てていた。