Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.95.1-13.95.6

狄奥尼修斯掌权与骗取护卫队

第 274 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯被任命为全权将军并将军饷翻倍,促使市民开始后悔并担忧独裁的到来。为了巩固权力,狄奥尼修斯模仿雅典的庇西特拉图,自导自演了一场遇袭戏码,从而在公民大会上成功获准配备护卫队。

§13.95.1ταχὺ δὲ τῶν πολλῶν, ὥσπερ εἰώθασιν, ἐπὶ τὸ χεῖρον ῥεπόντων, ὁ Διονύσιος ἀπεδείχθη στρατηγὸς αὐτοκράτωρ.
随着大众一如既往地迅速转向更糟糕的一面,狄奥尼修斯被任命为全权将军。
ἐπεὶ δʼ οὖν αὐτῷ τὰ πράγματα κατὰ νοῦν ἠκολούθει, ψήφισμα ἔγραψε τοὺς μισθοὺς διπλασίους εἶναι· πάντας γὰρ ἔφησε τούτου γενομένου προθυμοτέρους ἔσεσθαι πρὸς τὸν ἀγῶνα, καὶ περὶ τῶν χρημάτων παρεκάλει μηθὲν ἀγωνιᾶν· ἔσεσθαι γὰρ αὐτῶν τὸν πόρον ῥᾴδιον.
既然事态正按照他的意愿发展,他便起草了一项决议案,规定将士兵的军饷翻倍;因为他说,一旦此事实现,所有人都会对战斗更加热忱,并劝告大家不必为资金担忧,因为筹措资金将是容易的。
§13.95.2διαλυθείσης δὲ τῆς ἐκκλησίας οὐκ ὀλίγοι τῶν Συρακοσίων κατηγόρουν τῶν πραχθέντων, ὥσπερ οὐκ αὐτοὶ ταῦτα κεκυρωκότες· τοῖς γὰρ λογισμοῖς εἰς ἑαυτοὺς ἐρχόμενοι τὴν ἐσομένην δυναστείαν ἀνεθεώρουν.
公民大会散会后,不少叙拉古人开始指责所决定的一切,仿佛通过这些决议的并不是他们自己似的;因为当他们冷静下来反省时,他们便开始重新审视即将到来的独裁统治。
οὗτοι μὲν οὖν βεβαιῶσαι βουλόμενοι τὴν ἐλευθερίαν ἔλαθον ἑαυτοὺς δεσπότην τῆς πατρίδος καθεστακότες·
如此,他们虽渴望巩固自己的自由,却在不知不觉中为祖国树立了一位主子。
§13.95.3ὁ δὲ Διονύσιος τὴν μετάνοιαν τῶν ὄχλων φθάσαι βουλόμενος, ἐπεζήτει διʼ οὗ τρόπου δύναιτο φύλακας αἰτήσασθαι τοῦ σώματος· τούτου γὰρ συγχωρηθέντος ῥᾳδίως ἤμελλε κυριεύσειν τῆς τυραννίδος.
而狄奥尼修斯为了抢在民众反悔之前,便在寻找用什么办法可以请求为自己配备贴身卫队;因为一旦获准此事,他便能轻易掌握僭主统治。
εὐθὺς οὖν παρήγγειλε τοὺς ἐν ἡλικίᾳ πάντας ἕως ἐτῶν τεσσαράκοντα λαβόντας ἐπισιτισμὸν ἡμερῶν τριάκοντα καταντᾶν μετὰ τῶν ὅπλων εἰς Λεοντίνους.
于是他立即命令所有四十岁以下适龄服役的人,携带三十天的粮食,持武器前往莱翁蒂尼集结。
αὕτη δʼ ἡ πόλις τότε φρούριον ἦν τῶν Συρακοσίων, πλῆρες ὑπάρχον φυγάδων καὶ ξένων ἀνθρώπων.
这座城市在当时是叙拉古人的要塞,充满了流亡者和外邦人。
ἤλπιζε γὰρ τούτους συναγωνιστὰς ἕξειν, ἐπιθυμοῦντας μεταβολῆς, τῶν δὲ Συρακοσίων τοὺς πλείστους οὐδʼ ἥξειν εἰς Λεοντίνους.
因为他指望这些人作为渴望变革的同盟者,而叙拉古的大多数人甚至根本不会前往莱翁蒂尼。
§13.95.4οὐ μὴν ἀλλὰ νυκτὸς ἐπὶ τῆς χώρας στρατοπεδεύων, καὶ προσποιηθεὶς ἐπιβουλεύεσθαι, κραυγὴν ἐποίησε καὶ θόρυβον διὰ τῶν ἰδίων οἰκετῶν· τοῦτο δὲ πράξας συνέφυγεν εἰς τὴν ἀκρόπολιν, καὶ διενυκτέρευσε πυρὰ καίων καὶ τοὺς γνωριμωτάτους τῶν στρατιωτῶν μεταπεμπόμενος.
不仅如此,夜间在郊外扎营时,他假装自己遭到了暗算,指使自己的仆人们制造了叫喊声和混乱;如此一番之后,他逃往卫城避难,在彼处燃起篝火、召集兵士中最相熟的人,度过了一夜。
§13.95.5ἅμα δʼ ἡμέρᾳ τοῦ πλήθους ἀθροισθέντος εἰς Λεοντίνους, πολλὰ πρὸς τὴν τῆς ἐπιβολῆς ὑπόθεσιν πιθανολογήσας ἔπεισε τοὺς ὄχλους δοῦναι φύλακας αὐτῷ τῶν στρατιωτῶν ἑξακοσίους, οὓς ἂν προαιρῆται.
天亮时,群众在莱翁蒂尼聚集,他针对自己设计的阴谋提出许多看似合情合理的说辞,说服民众允许他从士兵中挑选六百人作为护卫。
λέγεται δὲ τοῦτο πρᾶξαι τὸν Διονύσιον ἀπομιμούμενον Πεισίστρατον τὸν Ἀθηναῖον· §13.95.6καὶ γὰρ ἐκεῖνόν φασιν ἑαυτὸν κατατραυματίσαντα προελθεῖν εἰς τὴν ἐκκλησίαν ὡς ἐπιβεβουλευμένον, καὶ διὰ τοῦτο φυλακὴν λαβεῖν παρὰ τῶν πολιτῶν, ᾗ χρησάμενον τὴν τυραννίδα περιπεποιῆσθαι.
据说狄奥尼修斯这样做是为了模仿雅典的庇西特拉图;因为据说那个人也是自己弄伤了身体,然后走到公民大会上,仿佛遭到了暗算,并因此从市民手中得到了护卫,进而利用这支护卫夺取了僭主权力。
καὶ τότε Διονύσιος τῇ παραπλησίᾳ μηχανῇ τὸ πλῆθος ἐξαπατήσας ἐνήργει τὰ τῆς τυραννίδος.
当时,狄奥尼修斯也用类似的策略欺骗了民众,开始推行他的僭主统治。

词汇与语法注释

  1. §13.95.1τῶν πολλῶν... ῥεπόντων — 这是一个表示原因的属格独立结构(“大众倾斜时/因为大众倾斜”),中间夹着插入句 ὥσπερ εἰώθασιν(“正如他们一向的那样”)。
  2. §13.95.2ὥσπερ οὐκ αὐτοὶ ταῦτα κεκυρωκότες — 连词 ὥσπερ 与完成时分词 κεκυρωκότες 结合,表示主句主语(不少叙拉古人)的主观态度,意为“仿佛他们自己没有批准这些事似的”。尽管是分词,但此处使用否定词 οὐκ 而非 μή,用以强调事实性的否定对比。
  3. §13.95.3τὴν μετάνοιαν τῶν ὄχλων φθάσαι — 动词 φθάνω 后面接宾格(τὴν μετάνοιαν),意为“先于……”或“抢在……之前下手”。此处表示“抢在群众反悔(改变主意)之前采取行动”。
  4. §13.95.4προσποιηθεὶς ἐπιβουλεύεσθαι — 分词 προσποιηθείς(“假装”)带有现在时被动不定式 ἐπιβουλεύεσθαι(“被暗算/被针对”),作其补足语,意为“假装自己正遭到暗算”。
  5. §13.95.5οὓς ἂν προαιρῆται — 关系代词 οὕς 结合虚词 ἂν 与现在时虚拟式 προαιρῆται,构成表示无限制或任意选择的关系从句(“凡是他所挑选的人”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.95.1-13.95.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.95.1-13.95.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。