§13.95.1ταχὺ δὲ τῶν πολλῶν, ὥσπερ εἰώθασιν, ἐπὶ τὸ χεῖρον ῥεπόντων, ὁ Διονύσιος ἀπεδείχθη στρατηγὸς αὐτοκράτωρ. ἐπεὶ δʼ οὖν αὐτῷ τὰ πράγματα κατὰ νοῦν ἠκολούθει, ψήφισμα ἔγραψε τοὺς μισθοὺς διπλασίους εἶναι· πάντας γὰρ ἔφησε τούτου γενομένου προθυμοτέρους ἔσεσθαι πρὸς τὸν ἀγῶνα, καὶ περὶ τῶν χρημάτων παρεκάλει μηθὲν ἀγωνιᾶν· ἔσεσθαι γὰρ αὐτῶν τὸν πόρον ῥᾴδιον. §13.95.2διαλυθείσης δὲ τῆς ἐκκλησίας οὐκ ὀλίγοι τῶν Συρακοσίων κατηγόρουν τῶν πραχθέντων, ὥσπερ οὐκ αὐτοὶ ταῦτα κεκυρωκότες· τοῖς γὰρ λογισμοῖς εἰς ἑαυτοὺς ἐρχόμενοι τὴν ἐσομένην δυναστείαν ἀνεθεώρουν. οὗτοι μὲν οὖν βεβαιῶσαι βουλόμενοι τὴν ἐλευθερίαν ἔλαθον ἑαυτοὺς δεσπότην τῆς πατρίδος καθεστακότες· §13.95.3ὁ δὲ Διονύσιος τὴν μετάνοιαν τῶν ὄχλων φθάσαι βουλόμενος, ἐπεζήτει διʼ οὗ τρόπου δύναιτο φύλακας αἰτήσασθαι τοῦ σώματος· τούτου γὰρ συγχωρηθέντος ῥᾳδίως ἤμελλε κυριεύσειν τῆς τυραννίδος. εὐθὺς οὖν παρήγγειλε τοὺς ἐν ἡλικίᾳ πάντας ἕως ἐτῶν τεσσαράκοντα λαβόντας ἐπισιτισμὸν ἡμερῶν τριάκοντα καταντᾶν μετὰ τῶν ὅπλων εἰς Λεοντίνους. αὕτη δʼ ἡ πόλις τότε φρούριον ἦν τῶν Συρακοσίων, πλῆρες ὑπάρχον φυγάδων καὶ ξένων ἀνθρώπων. ἤλπιζε γὰρ τούτους συναγωνιστὰς ἕξειν, ἐπιθυμοῦντας μεταβολῆς, τῶν δὲ Συρακοσίων τοὺς πλείστους οὐδʼ ἥξειν εἰς Λεοντίνους. §13.95.4οὐ μὴν ἀλλὰ νυκτὸς ἐπὶ τῆς χώρας στρατοπεδεύων, καὶ προσποιηθεὶς ἐπιβουλεύεσθαι, κραυγὴν ἐποίησε καὶ θόρυβον διὰ τῶν ἰδίων οἰκετῶν· τοῦτο δὲ πράξας συνέφυγεν εἰς τὴν ἀκρόπολιν, καὶ διενυκτέρευσε πυρὰ καίων καὶ τοὺς γνωριμωτάτους τῶν στρατιωτῶν μεταπεμπόμενος. §13.95.5ἅμα δʼ ἡμέρᾳ τοῦ πλήθους ἀθροισθέντος εἰς Λεοντίνους, πολλὰ πρὸς τὴν τῆς ἐπιβολῆς ὑπόθεσιν πιθανολογήσας ἔπεισε τοὺς ὄχλους δοῦναι φύλακας αὐτῷ τῶν στρατιωτῶν ἑξακοσίους, οὓς ἂν προαιρῆται. λέγεται δὲ τοῦτο πρᾶξαι τὸν Διονύσιον ἀπομιμούμενον Πεισίστρατον τὸν Ἀθηναῖον· §13.95.6καὶ γὰρ ἐκεῖνόν φασιν ἑαυτὸν κατατραυματίσαντα προελθεῖν εἰς τὴν ἐκκλησίαν ὡς ἐπιβεβουλευμένον, καὶ διὰ τοῦτο φυλακὴν λαβεῖν παρὰ τῶν πολιτῶν, ᾗ χρησάμενον τὴν τυραννίδα περιπεποιῆσθαι. καὶ τότε Διονύσιος τῇ παραπλησίᾳ μηχανῇ τὸ πλῆθος ἐξαπατήσας ἐνήργει τὰ τῆς τυραννίδος.
そして、大衆がいつものように急速に悪い方へと傾くと、ディオニュシオスは全権将軍に任命された。そこで、事態が彼の思う通りに進むと、彼は兵士たちの給料を二倍にするという決議案を起草した。というのも、そうすれば誰もが戦いに対してより熱心になるだろうと彼は言い、資金については何も心配しないようにと促したからである。その調達は容易であるだろう、という理由であった。民会が解散すると、シラクサ人の少なからぬ人々が、まるで自分たちがそれを可決したのではないかのように、決定された事柄を非難し始めた。というのも、彼らは我に返って冷静に考えると、やがて訪れる独裁権力について思いを巡らせたからである。このように、彼らは自由を確固たるものにしたいと望みながら、知らず知らずのうちに祖国に支配者を据えてしまっていたのである。一方、ディオニュシオスは民衆が心変わりするのを先んじようと望み、どのような方法で身辺の護衛兵を要求できるかを模索した。これが認められれば、彼は容易に僭主の地位を手に入れることができるからであった。そこで彼は直ちに、四十歳までの兵役年齢にあるすべての者に対し、三十日分の食糧を持参し、武器を携えてレオンティノイに集結するよう命令した。この都市は当時、シラクサ人の要塞であり、亡命者や外国人で満ちていた。というのも、彼は変革を望むこれらの人々を共闘者として得られると期待し、一方でシラクサ人の大半はレオンティノイに来ることさえしないだろうと考えたからである。それにもかかわらず、夜間に郊外で宿営している際、彼は自分が陰謀の標的にされているふりをして、自身の従者たちを使って叫び声や騒動を引き起こした。このようにした上で、彼はアクロポリスに逃げ込んで難を避け、篝火を焚き、兵士たちの中で最も親しい者たちを呼び集めて夜を明かした。夜が明けると、群衆がレオンティノイに集まり、彼は自分が企てた計画の趣旨に合わせて、もっともらしい主張を数多く述べて、彼が選ぶ六百人の兵士を護衛として自分に与えるよう民衆を説得した。ディオニュシオスがこのように行動したのは、アテナイのペイシストラトスを模倣したためであると言われている。というのも、彼もまた、自ら体を傷つけて、陰謀に遭ったかのように民会に現れ、このために市民から護衛を得て、それを利用して僭主の地位を手に入れたと言われているからである。そして当時、ディオニュシオスも同様の策略で民衆を欺き、僭主政治の確立に着手したのである。