§13.94.1θέας δʼ οὔσης ἐν ταῖς Συρακούσαις, κατὰ τὴν ὥραν τῆς ἀπαλλαγῆς τῶν ἐκ τοῦ θεάτρου παρῆν εἰς τὴν πόλιν.
当时叙拉古正在举行表演,在人们从剧场散场的时候,他来到了城里。
συνδραμόντων δὲ τῶν ὄχλων ἐπʼ αὐτὸν καὶ πυνθανομένων περὶ τῶν Καρχηδονίων, ἀγνοεῖν αὐτοὺς ἔφη, διότι τῶν ἔξωθεν πολεμιωτέρους ἔχουσι τοὺς ἔνδον τῶν κοινῶν προεστῶτας, οἷς οἱ μὲν πολῖται πιστεύοντες ἑορτάζουσιν, αὐτοὶ δὲ διαφοροῦντες τὰ δημόσια τοὺς στρατιώτας ἀμίσθους πεποιήκασι, καὶ τῶν πολεμίων ἀνυπερβλήτους ποιουμένων τὰς εἰς τὸν πόλεμον παρασκευὰς καὶ μελλόντων ἐπὶ Συρακούσας τὴν δύναμιν ἄγειν, τούτων οὐδʼ ἡντινοῦν ποιοῦνται φροντίδα.
当群众纷纷跑到他跟前,向他询问关于迦太基人的情况时,他说,民众并不知道,比起国外的敌人,他们在国内那些主持公政的人当中有着更危险的敌人;市民们信任他们并庆祝节日,而这些领导者自己却通过侵吞公款,使得士兵们没有拿到薪饷,而且尽管敌人正为战争进行着无可逾越的准备,并准备率军进攻叙拉古,这些家伙却对这些事不作任何考虑。
§13.94.2διʼ ἣν δʼ αἰτίαν ταῦτα πράττουσιν, εἰδέναι μὲν καὶ πρότερον, νῦν δὲ σαφέστερον ἀνεγνωκέναι· Ἰμίλκωνα γὰρ πρὸς αὐτὸν ἀπεσταλκέναι κήρυκα, πρόφασιν μὲν ὑπὲρ τῶν αἰχμαλώτων, παρακαλεῖν δὲ—πλῆθος τῶν συναρχόντων περιποιησάμενον μηδὲν τῶν πραττομένων πολυπραγμονεῖν—μή γʼ ἀντιπράττειν, ἐπειδὴ συνεργεῖν οὐ προαιρεῖται.
至于他们由于什么原因做出这些事,他以前就已经知道,但现在看得更清楚了;因为希米尔科已经向他派来了一名传令官,表面上是以俘虏的事为借口,但实际上是劝告他——因为希米尔科已经争取了多数同僚官员——不要多管闲事,既然他不选择合作,那至少不要反对。
§13.94.3μηκέτʼ οὖν βούλεσθαι στρατηγεῖν, ἀλλὰ παρεῖναι τὴν ἀρχὴν ἀποθησόμενος· οὐ γὰρ ἀνεκτὸν εἶναι, τῶν ἄλλων πωλούντων τὴν πατρίδα, μόνον κινδυνεύειν μετὰ τῶν πολιτῶν ἅμα καὶ δόξειν μετεσχηκέναι τῆς προδοσίας.
因此,他说,他不再愿意担任将军,而是来辞去职务的;因为在其他人都在出卖祖国的时候,唯独他一个人去冒危险,同时还要被认为与市民们一起参与了叛国,这是无法容忍的。
§13.94.4παροξυνθέντων δὲ ἐπὶ τοῖς ῥηθεῖσι καὶ τοῦ λόγου διὰ πάσης τῆς δυνάμεως ῥυέντος, τότε μὲν εἷς ἕκαστος ἀγωνιῶν εἰς οἶκον ἐχωρίσθη· τῇ δʼ ὑστεραίᾳ συναχθείσης ἐκκλησίας, ἐν ᾗ τῶν ἀρχόντων πολλὰ κατηγορήσας οὐ μετρίως εὐδοκίμησε, τὸν δὲ δῆμον κατὰ τῶν στρατηγῶν παρώξυνε.
人们因所说的话而激愤,消息传遍了整个军队,当时每一个人都怀着极大的焦虑各回各家;但第二天,公民大会召集起来,会上他对官员们进行了诸多控告,赢得了极高的声誉,并煽动民众反对将军们。
§13.94.5τέλος δὲ τῶν καθημένων τινὲς ἀνεβόησαν στρατηγὸν αὐτὸν αὐτοκράτορα καθιστάναι καὶ μὴ περιμένειν, ἄχρις ἂν οἱ πολέμιοι τοῖς τείχεσιν ἐπεισίωσι· χρείαν γὰρ ἔχειν τὸ μέγεθος τοῦ πολέμου τοιούτου στρατηγοῦ, διʼ οὗ δυνατὸν εἶναι εὐπορεῖν τοῖς πράγμασιν· τὰ δὲ περὶ τῶν προδοτῶν ἐν ἐκκλησίᾳ ἑτέρᾳ βουλεύεσθαι· τῶν γὰρ ἐνεστώτων καιρῶν ἀλλότριον εἶναι· καὶ πρότερον δὲ Καρχηδονίων τὰς τριάκοντα μυριάδας περὶ τὴν Ἱμέραν νενικῆσθαι στρατηγοῦντος Γέλωνος αὐτοκράτορος.
最后,在座的一些人高声呼喊,应当任命他为全权将军,而不要等到敌人攻上城墙;因为战争的规模需要这样一位将军,通过他才有可能摆脱困境;至于有关叛徒的事宜,应当在另一次公民大会上商议,因为这不符合当前的紧急关头;而且以前,当盖隆担任全权将军时,也曾在希梅拉附近击败了三十万迦太基大军。